Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἑλκομένου δὲ τοῦ χρόνου διακενῆς ἧκον εἰς τὴν πόλιν ἀπὸ τῶν συμμάχων ἄγγελοι λέγοντες, ὅτι πολλῇ στρατιᾷ μέλλουσιν ἐλαύνειν ἐπʼ αὐτοὺς Αἰκανοί τε καὶ Οὐολοῦσκοι, δεόμενοι βοήθειαν ἀποστεῖλαι σφίσι διὰ ταχέων ὡς ἐν τρίβῳ τοῦ πολέμου κειμένοις.
ἐλέγοντο δὲ καὶ Τυρρηνῶν οἱ καλούμενοι Οὐιεντανοὶ παρασκευάζεσθαι πρὸς ἀπόστασιν, Ἀρδεᾶται τʼ αὐτῶν οὐκέτι ἦσαν ὑπήκοοι τῆς ἀμφιλόγου χώρας ὀργὴν ἔχοντες, ἣν ὁ Ῥωμαίων δῆμος αἱρεθεὶς δικαστὴς αὑτῷ προσεδίκασεν ἐν τῷ παρελθόντι ἐνιαυτῷ.
ταῦτα ἡ βουλὴ μαθοῦσα ψηφίζεται στρατιὰν καταγράφειν
v.4p.200
καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξάγειν δυνάμεις. ἀντέπραττον δὲ τοῖς γνωσθεῖσιν ὑπʼ αὐτῶν οἱ τὸν νόμον εἰσφέροντες ἔχουσι δʼ ἐξουσίαν ἐναντιοῦσθαι δήμαρχοι τοῖς ὑπάτοις ἀφαιρούμενοί τε τοὺς ἀγομένους ὑπʼ αὐτῶν ἐπὶ τὸν στρατιωτικὸν ὅρκον, καὶ τιμωρίαν οὐδεμίαν ἐῶντες λαμβάνειν παρὰ τῶν ἀπειθούντων.