Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ γὰρ ἀνειληφότες

v.4p.198
τὰς ψήφους πολλὴν μωρίαν εἶναι λέγοντες ἑτέρους περιορᾶν τὰ σφέτερα κατέχοντας, καὶ οὐκ εὐσεβὲς ἐξοίσειν τέλος ὑπολαμβάνοντες, ἐὰν Ἀρικηνοὺς ἢ Ἀρδεάτας κυρίους ἀποδείξωσι τῆς ἀμφισβητησίμου γῆς ὀμωμοκότες ὧν ἂν εὕρωσιν αὐτὴν οὖσαν τούτων ἐπικρινεῖν· τοῖς τε δικαζομένοις ὀργὴν ἔχοντες, ὅτι τοὺς ἀποστερουμένους αὐτῆς δικαστὰς ἠξίωσαν λαβεῖν, ἵνα μηδʼ ὕστερον ἔτι σφίσιν ἐγγένηται τὴν ἑαυτῶν ἀνακομίσασθαι κτῆσιν, ἣν αὐτοὶ μεθʼ ὅρκου δικάσαντες ἑτέρων ἐπέγνωσαν εἶναι.

ταῦτα δὴ λογιζόμενοι καὶ ἀγανακτοῦντες τρίτον ἐκέλευσαν τεθῆναι καδίσκον ὑπὲρ τῆς πόλεως Ῥωμαίων καθʼ ἑκάστην φυλήν, εἰς ὃν ἀποθήσονται τὰς ψήφους· καὶ γίνεται πάσαις ταῖς ψήφοις ὁ Ῥωμαίων δῆμος τῆς ἀμφιλόγου χώρας κύριος. ταῦτα μὲν ἐπὶ τούτων τῶν ὑπάτων ἐπράχθη.

Μάρκου δὲ Γενυκίου καὶ Γαΐου Κοιντίου τὴν ἀρχὴν παρειληφότων αἱ πολιτικαὶ πάλιν ἀνίσταντο διαφοραὶ τῶν δημοτικῶν ἀξιούντων ἅπασι Ῥωμαίοις ἐξεῖναι τὴν ὕπατον ἀρχὴν λαμβάνειν — τέως γὰρ οἱ πατρίκιοι μόνοι μετῄεσαν αὐτὴν ἐν ταῖς λοχίτισιν ἐκκλησίαις ἀποδεικνύμενοι — νόμον τε συγγράψαντες ὑπὲρ τῶν ὑπατικῶν ἀρχαιρεσιῶν εἰσέφερον οἱ τότε δημαρχοῦντες ἐκτὸς ἑνὸς Γαΐου Φουρνίου πάντες οἱ λοιποὶ συμφρονήσαντες, ἐν ᾧ τὸν δῆμον ἐποιοῦντο

v.4p.199
κύριον τῆς διαγνώσεως καθʼ ἕνα ἕκαστον ἐνιαυτόν, εἴτε πατρικίους βούλοιτο μετιέναι τὴν ὑπατείαν εἴτε δημοτικούς.

ἐφʼ οἷς ἠγανάκτουν οἱ τοῦ βουλευτικοῦ μετέχοντες συνεδρίου καταλυομένην τὴν ἑαυτῶν δυναστείαν ὁρῶντες καὶ πάντα ὑπομένειν ᾤοντο δεῖν πρότερον ἢ τὸν νόμον κύριον ἐᾶσαι γενέσθαι· ὀργαί τε καὶ κατηγορίαι καὶ ἀντιπράξεις ἐγίνοντο συνεχεῖς ἐν ἰδίοις τε συλλόγοις καὶ κατὰ τὰς κοινὰς συνόδους, ἁπάντων τῶν πατρικίων πρὸς ἅπαντας ἠλλοτριωμένων τοὺς δημοτικούς.

καὶ λόγοι πολλοὶ μὲν ἐν τῷ συνεδρίῳ, πολλοὶ δὲ κατὰ τὰς ἐκκλησίας ὑπὸ τῶν προϊσταμένων τῆς ἀριστοκρατίας ἐλέχθησαν, ἐπιεικέστεροι μὲν ὑπὸ τῶν οἰομένων ἀγνοίᾳ τοῦ συμφέροντος ἁμαρτάνειν τοὺς δημοτικούς, τραχύτεροι δʼ ὑπὸ τῶν νομιζόντων ἐξ ἐπιβουλῆς καὶ φθόνου τοῦ πρὸς αὐτοὺς τὸ πρᾶγμα συγκεῖσθαι.