Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μετʼ ἐκεῖνον Σπόριος Ὄππιος εἰσαχθεὶς εἰς τὸν δῆμον ὑφʼ ἑτέρου τῶν δημάρχων Ποπλίου Νομιτωρίου καὶ τυχὼν ἀπολογίας ἁπάσαις ἁλίσκεται ταῖς ψήφοις καὶ παραδοθεὶς εἰς τὸ δεσμωτήριον αὐθημερὸν ἀποθνήσκει. οἱ δὲ λοιποὶ τῶν δέκα πρὶν εἰσαγγελθῆναι φυγαῖς αὑτοὺς ἐζημίωσαν. τὰς δʼ οὐσίας τῶν ἀνῃρημένων καὶ τῶν πο ... οἱ ταμίαι τῆς πόλεως ἀνέλαβον εἰς τὸ δημόσιον.

εἰσαγγέλλεται δὲ καὶ Μάρκος Κλαύδιος ὁ τὴν παρθένον ἐπιβαλόμενος ὡς δούλην ἀπάγειν ὑπὸ τοῦ μνηστῆρος αὐτῆς Ἰκιλίου· καὶ τὴν αἰτίαν εἰς τὸν ἐπιτάξαντα παρανομεῖν Ἄππιον ἀναφέρων θανάτου μὲν ἀπολύεται, φυγῇ δʼ ἀιδίῳ ζημιοῦται, τῶν δʼ ἄλλων τῶν ὑπηρετησάντων τι παράνομον τοῖς ὀλιγάρχαις οὐδεὶς ἔσχεν ἀγῶνα δημόσιον,

v.4p.192
ἀλλὰ πᾶσιν ἄδεια ἐδόθη. ὁ δὲ τοῦτο τὸ πολίτευμα εἰσηγησάμενος ἦν Μάρκος Δοέλλιος ὁ δήμαρχος ἀχθομένων ἤδη τῶν πολιτῶν καὶ τῶν πολεμίων γενέσθαι προσδοκώντων.

ἐπεὶ δʼ αἱ κατὰ πόλιν ἐπαύσαντο ταραχαί, συναγαγόντες τὴν βουλὴν οἱ ὕπατοι δόγμα κυροῦσιν ἐξάγειν τὸν στρατὸν ἐπὶ τοὺς πολεμίους διὰ ταχέων. ἐπικυρώσαντος δὲ τοῦ δήμου τὰ ψηφισθέντα ὑπὸ τῆς βουλῆς Οὐαλέριος μὲν ἅτερος τῶν ὑπάτων τὴν ἡμίσειαν ἔχων τοῦ στρατοῦ μοῖραν ἐξῆγεν ἐπί τʼ Αἰκανοὺς καὶ Οὐολούσκους· συνῆλθε γὰρ ἀμφότερα τὰ ἔθνη.