Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἀφικόμενοι δʼ εἰς τὸν καλούμενον Ἀουεντῖνον — ἔστι δὲ τῶν ἐμπεριεχομένων ἐν τῇ Ῥώμῃ λόφων οὗτος ἐπιτηδειότατος ἐνστρατοπεδεύεσθαι — περί τε τὸ τῆς Ἀρτέμιδος ἱερὸν τίθενται τὰ ὅπλα, τῇ δʼ ἑξῆς ἡμέρᾳ κρατυνάμενοι τὸν χάρακα καὶ χιλιάρχους δέκα τῶν κοινῶν ἀποδείξαντες κυρίους, ὧν ἡγεμὼν ἦν Μάρκος Ὄππιος, ἔμενον ἐφʼ ἡσυχίας.
ἧκον δʼ αὐτοῖς ἐπίκουροι μετʼ οὐ πολὺ καὶ ἀπὸ τῆς ἐν Φιδήνῃ στρατιᾶς οἱ κράτιστοι τῶν τριῶν ταγμάτων λοχαγοὶ πολλὴν δύναμιν ἐπαγόμενοι, ἀλλοτρίως μὲν ἔτι πάλαι διακείμενοι πρὸς τοὺς ἐκεῖ στρατηγούς, ἐξ οὗ Σίκκιον τὸν πρεσβευτὴν ἀπέκτειναν, ὥσπερ ἔφην, δεδιότες δʼ ἄρξαι τῆς ἀποστάσεως πρότεροι, ὡς οἰκείων ὄντων τῇ δεκαδαρχίᾳ τῶν ἐν Ἀλγιδῷ πέντε ταγμάτων, τότε δʼ, ἐπειδὴ τὴν ἐκείνων ἀπόστασιν ἐπέγνωσαν, ἀγαπητῶς τὸ συμβὰν ἀπὸ τῆς τύχης δεξάμενοι.
ἡγεμόνες δὲ καὶ τούτων τῶν ταγμάτων ἦσαν δέκα χιλίαρχοι καθʼ ὁδὸν ἀποδειχθέντες, ὧν ἐπιφανέστατος Σέξτος Μάλιος ἦν. ἐπεὶ δὲ συνέμιξαν ἀλλήλοις, θέμενοι τὰ ὅπλα τοῖς εἴκοσι χιλιάρχοις ἐπέτρεψαν ἅπαντα ὑπὲρ τοῦ κοινοῦ λέγειν τε καὶ πράττειν. ἐκ δὲ τῶν εἴκοσι τοὺς ἐπιφανεστάτους ἀπέδειξαν δύο προβούλους, Μάρκον Ὄππιον καὶ Σέξτον Μάλιον· οὗτοι βουλευτήριον ἐξ ἁπάντων καταστησάμενοι τῶν λοχαγῶν,