Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δʼ ἐπύθοντο

v.4p.184
ἀπεληλυθότας ἐπὶ τὰς σκηνὰς λήξαντά τε καὶ παυσάμενον τὸν θόρυβον, ἀγνοοῦντες, ὅτι τῶν ἑκατοντάρχων τοῖς πλείοσι δεδογμένον ἦν διʼ ἀπορρήτων συνωμοσιῶν ἀπόστασιν πράττειν καὶ συνελευθεροῦν τὴν πατρίδα, ἔκριναν, ἐπειδὰν ἡμέρα τάχιστα γένηται, τὸν μὲν ἐκταράττοντα τοὺς ὄχλους Οὐεργίνιον συλλαβόντας ἔχειν ἐν φυλακῇ, τὰς δὲ δυνάμεις ἀναστήσαντας ἐκ τοῦ χάρακος ἄγειν ἐπὶ τοὺς πολεμίους, καὶ τὴν κρατίστην αὐτῶν τῆς χώρας ἐγκαθημένους δῃοῦν, περὶ τῶν ἐν τῇ πόλει πραττομένων μηδὲν τοὺς σφετέρους ἔτι ἐῶντας πολυπραγμονεῖν, τὰ μὲν διὰ τὰς ὠφελείας, τὰ δὲ διὰ τοὺς ἐσομένους ὑπὲρ αὐτῶν ἑκάστοτε ἀγῶνας.

ἐγίνετο δʼ αὐτοῖς οὐδὲν τῶν ἐκ διαλογισμοῦ· οὐδὲ γὰρ τὸν Οὐεργίνιον εἴασαν οἱ λοχαγοὶ καλούμενον εἰς τὸ στρατήγιον ἀπελθεῖν, ὑποπτεύοντες, μή τι πάθοι δεινόν, ἀλλὰ καὶ τὸν διαληφθέντα λόγον, ὡς ἐπὶ τοὺς πολεμίους ἀγαγεῖν τοὺς λόχους ἐβούλοντο, κατωνείδιζον λέγοντες· ὡς καλῶς ἡμῶν ἐστρατηγήκατε καὶ πρότερον, ἵνα καὶ νῦν λαβόντες ἐλπίδας ἀκολουθῶμεν ὑμῖν, οἵτινες ὅσην οὔπω πρότερον ἕτεροι Ῥωμαίων

v.4p.185
ἡγεμόνες ἔκ τʼ αὐτῆς ἄγοντες τῆς πόλεως στρατιὰν καὶ ἀπὸ τῶν συμμάχων ἀγείραντες, οὔτε τινὰ νίκην ἢ βλάβην ἐποιήσατε κατὰ τῶν ἐχθρῶν, ἀλλὰ διʼ ἀνανδρίαν τε καὶ ἀπειρίαν ἀπεδείξασθε, κακῶς στρατοπεδευσάμενοι, καὶ τὴν ἑαυτῶν χώραν ὡς ὑπὸ τῶν πολεμίων καταδῃωθεῖσαν πτωχοὺς καὶ ἀπόρους ἡμᾶς ἐποιήσατε ἁπάντων, ὅσοι κρατοῦντες τοῖς ὅπλοις τῶν ἐναντίων ἐνικῶμεν ταῖς μάχαις, ὅτε ὑμῶν κρείττους ἦσαν στρατηγοί· τρόπαιά τε καθʼ ἡμῶν ἀνιστᾶσι καὶ σκηνὰς καὶ ἀνδράποδα καὶ ὅπλα καὶ χρήματα διηρπακότες ἔχουσι τὰ ἡμέτερα.

ὁ δὲ Οὐεργίνιος ὑπό τʼ ὀργῆς καὶ ἐκ τοῦ μηδὲν ἔτι δεδοικέναι τοὺς ἡγεμόνας αὐθαδέστερον αὐτῶν καθήπτετο λυμεῶνας τε καὶ ὀλέθρους τῆς πατρίδος ἀποκαλῶν καὶ παραινῶν τοῖς λοχαγοῖς ἅπασιν ἀραμένους τὰ σημεῖα οἴκαδε ἀπάγειν τὴν στρατιάν.

ὀρρωδούντων δʼ ἔτι τῶν πολλῶν τὰ ἱερὰ σημεῖα κινεῖν, ἔπειτα τοὺς ἡγεμόνας καὶ τοὺς στρατηγοὺς καταλιπεῖν οὔτε ὅσιον οὔτʼ ἀσφαλὲς εἶναι πᾶσι νομιζόντων· ὅ τε γὰρ ὅρκος ὁ στρατιωτικός, ὃν ἁπάντων μάλιστα ἐμπεδοῦσι Ῥωμαῖοι, τοῖς στρατηγοῖς ἀκολουθεῖν κελεύει τοὺς στρατευομένους, ὅποι ποτʼ ἂν ἄγωσιν, ὅ τε νόμος

v.4p.186
ἀποκτείνειν ἔδωκε τοῖς ἡγεμόσιν ἐξουσίαν τοὺς ἀπειθοῦντας·

ἢ τὰ σημεῖα καταλιπόντας ἀκρίτως· ταῦτα δὴ διʼ εὐλαβείας αὐτοὺς ἔχοντας ὁρῶν Οὐεργίνιος ἐδίδασκεν, ὅτι λέλυκεν αὐτῶν τὸν ὅρκον ὁ νόμος, ἐπειδὴ νόμῳ μὲν ἀποδειχθέντα δεῖ τὸν στρατηγὸν ἄρχειν τῶν δυνάμεων, ἡ δὲ τῶν δέκα ἀνδρῶν ἐξουσία παράνομος ἦν ὑπερβαλοῦσα τὸν ἐνιαύσιον χρόνον, εἰς ὃν ἀπεδείχθη. τὸ δὲ τοῖς μὴ κατὰ νόμον ἄρχουσι ποιεῖν τὸ κελευόμενον οὐκ εὐπείθειαν εἶναι καὶ εὐσέβειαν, ἀλλʼ

ἄνοιαν καὶ μανίαν. ταῦτʼ ἀκούσαντες ὀρθῶς λέγεσθαι ἡγούμενοι καὶ παρακελευόμενοί τε ἀλλήλοις καί τι καὶ θάρσος ἐκ τοῦ δαιμονίου λαβόντες αἴρονται τὰ σημεῖα καὶ προῆγον ἐκ τοῦ χάρακος. ἔμελλον δʼ, ὅπερ εἰκὸς ἐν ποικίλοις τʼ ἤθεσι καὶ οὐχ ἅπασι τὰ κράτιστα διανοουμένοις, ἔσεσθαί τινες οἱ μένοντες ἅμα τοῖς ὀλιγάρχαις καὶ στρατιῶται καὶ λοχαγοί, πλὴν οὐ τοσοῦτοι τὸ

πλῆθος, ἀλλʼ ἐλάττους παρὰ πολὺ τῶν ἑτέρων. οἱ δʼ ἐξελθόντες ἐκ τοῦ στρατοπέδου διʼ ὅλης ἡμέρας ἐπιπορευθέντες ἑσπέρας καταλαβούσης παρῆσαν εἰς τὴν πόλιν οὐδενὸς ἐξαγγείλαντος αὐτῶν τὴν ἔφοδον, καὶ συνετάραξαν τοὺς ἔνδον οὐ μετρίως πολέμιον οἰομένους στρατὸν εἰσεληλυθέναι· κραυγή τε καὶ δρόμος ἄτακτος ἀνὰ τὴν πόλιν ἦν. οὐ μὴν ἐπὶ πολύν γε διέμεινεν ἡ ταραχὴ χρόνον, ὥστε κακόν τι γενέσθαι διʼ αὐτήν. διεξιόντες γὰρ τοὺς στενωποὺς ἐβόων, ὅτι φίλοι τʼ εἰσὶ καὶ ἐπʼ ἀγαθῷ τῆς πόλεως εἰσεληλύθασι, καὶ τὰ ἔργα ὅμοια παρείχοντο τοῖς λόγοις ἀδικοῦντες οὐδένα.

v.4p.187

ἀφικόμενοι δʼ εἰς τὸν καλούμενον Ἀουεντῖνον — ἔστι δὲ τῶν ἐμπεριεχομένων ἐν τῇ Ῥώμῃ λόφων οὗτος ἐπιτηδειότατος ἐνστρατοπεδεύεσθαι — περί τε τὸ τῆς Ἀρτέμιδος ἱερὸν τίθενται τὰ ὅπλα, τῇ δʼ ἑξῆς ἡμέρᾳ κρατυνάμενοι τὸν χάρακα καὶ χιλιάρχους δέκα τῶν κοινῶν ἀποδείξαντες κυρίους, ὧν ἡγεμὼν ἦν Μάρκος Ὄππιος, ἔμενον ἐφʼ ἡσυχίας.