Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἀόριστοι γὰρ αἱ τῶν τυράννων ἐπιθυμίαι κατὰ τὸ εἰκός, οἷα δὴ μήτε νόμον ἔχουσαι κωλυτὴν μήτε φόβον. ἐμοί τε δὴ πράττοντες τιμωρίαν δικαίαν καὶ ὑμῖν αὐτοῖς ἀσφάλειαν, ἵνα μὴ ταὐτὰ πάθητε, παρασκευαζόμενοι διαρρήξατε ἤδη ποτὲ τοὺς χαλινούς, ὦ σχέτλιοι·
ἀναβλέψατε ὀρθοῖς ὄμμασι πρὸς τὴν ἐλευθερίαν. ἐπὶ τίνι γὰρ ἑτέρᾳ προφάσει μᾶλλον ἀγανακτήσετε ἢ ταύτῃ, ὅτε τὰς τῶν πολιτῶν θυγατέρας ὡς δούλας ἀπάγουσιν οἱ τύραννοι καὶ μετὰ μαστίγων νυμφαγωγοῦσιν; ἐν ποίῳ δὲ τὸ ἐλεύθερον φρόνημα ἀναλήψεσθε καιρῷ τὸν νῦν παρέντες, ἐν ᾧ τὰ ὅπλα περὶ τοῖς σώμασιν ἔχετε;
ἔτι δʼ αὐτοῦ λέγοντος ἀνεβόησαν οἱ πολλοὶ τιμωρήσειν ὑπισχνούμενοι καὶ τοὺς ἡγεμόνας τῶν λόχων ἐξ ὀνόματος ἐκάλουν ἀξιοῦντες ἔργου ἔχεσθαι, καὶ ἐκ τοῦ φανεροῦ πολλοὶ παριόντες ἐθάρρουν λέγειν, εἴ τι δεινὸν ἦσαν πεπονθότες.
μαθόντες δὲ τὰ γενόμενα οἱ πέντε ἄνδρες, οὓς ἔφην ἡγεῖσθαι τῶν ταγμάτων, δείσαντες, μή τις ἐπʼ αὐτοὺς τῶν ὄχλων ὁρμὴ γένηται, συνέδραμον εἰς τὸ στρατήγιον πάντες καὶ μετὰ τῶν φίλων ἐσκόπουν, ὅπως παύσουσι τὴν ταραχήν, τὰ οἰκεῖα ὅπλα περιστησάμενοι.
ὡς δʼ ἐπύθοντο
ἐγίνετο δʼ αὐτοῖς οὐδὲν τῶν ἐκ διαλογισμοῦ· οὐδὲ γὰρ τὸν Οὐεργίνιον εἴασαν οἱ λοχαγοὶ καλούμενον εἰς τὸ στρατήγιον ἀπελθεῖν, ὑποπτεύοντες, μή τι πάθοι δεινόν, ἀλλὰ καὶ τὸν διαληφθέντα λόγον, ὡς ἐπὶ τοὺς πολεμίους ἀγαγεῖν τοὺς λόχους ἐβούλοντο, κατωνείδιζον λέγοντες· ὡς καλῶς ἡμῶν ἐστρατηγήκατε καὶ πρότερον, ἵνα καὶ νῦν λαβόντες ἐλπίδας ἀκολουθῶμεν ὑμῖν, οἵτινες ὅσην οὔπω πρότερον ἕτεροι Ῥωμαίων