Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

πάντα τὰ ὅμοια τούτοις, μεταγνώτω· καὶ μιᾷ διανοίᾳ χρησάμενοι πάντες ἐλευθεροῦτε ἀπὸ τῶν τυράννων τὴν πατρίδα, ἐν ᾗ θεῶν τε ὑμῖν ἱερὰ ἵδρυται καὶ θῆκαι προγόνων εἰσίν, οὓς ὑμεῖς τιμᾶτε μετὰ θεούς, καὶ γηραιοὶ πατέρες τροφεῖα πολλὰ καὶ ἄξια τῶν πόνων ἀπαιτοῦντες, γυναῖκές τε κατὰ νόμους ἐγγυηθεῖσαι καὶ· θυγατέρες ἐπίγαμοι φροντίδος οὐ μικρᾶς δεόμεναι τοῖς ἔχουσι καὶ γοναὶ παίδων ἀρρένων, οἷς ὀφείλεται τὰ

δίκαια φύσεως προγόνων. οἰκίας γὰρ δὴ καὶ κλήρους καὶ χρήματα σὺν πολλοῖς κτηθέντα πόνοις ὑπὸ πατέρων καὶ ὑμῶν αὐτῶν σιωπῶ· ὧν οὐδὲν ὑμῖν ἔξεστι βεβαίως ἔχειν, ἕως ἂν ὑπὸ τῶν δέκα τυραννῆσθε.

οὔτε σωφρόνων οὔτε γενναίων ἐστὶν ἀνθρώπων τὰ μὲν ἀλλότρια κτᾶσθαι διʼ ἀνδραγαθίαν, τὰ δʼ οἰκεῖα περιορᾶν ἀπολλύμενα διὰ μαλακίαν οὐδὲ πρὸς μὲν Αἰκανοὺς καὶ Οὐολούσκους καὶ Σαβίνους καὶ τοὺς ἄλλους περιοίκους ἅπαντας πολεμεῖν μακροὺς καὶ ἀδιαλείπτους πολέμους ὑπὲρ ἀρχῆς καὶ δυναστείας, πρὸς δὲ τοὺς παρὰ νόμον ἄρχοντας ὑμῶν μὴ θέλειν ἄρασθαι τὰ ὅπλα ὑπὲρ ἀσφαλείας τε καὶ ἐλευθερίας.

v.4p.182

οὐκ ἀναλήψεσθε τὸ φρόνημα τῆς πατρίδος; οὐ παραστήσεται λογισμὸς ὑμῖν τῆς ἀρετῆς τῶν γονέων ἄξιος, οἳ διὰ μιᾶς γυναικὸς ὕβριν ὑφʼ ἑνὸς τῶν Ταρκυνίου παίδων ὑβρισθείσης καὶ διὰ τὴν συμφορὰν ταύτην ἑαυτὴν διαχρησαμένης, οὕτως ἠγανάκτησαν ἐπὶ τῷ πάθει καὶ παρωξύνθησαν καὶ κοινὴν ἀπάντων ἡγήσαντο τὴν ὕβριν, ὥστʼ οὐ μόνον Ταρκύνιον ἐξέβαλον ἐκ τῆς πόλεως, ἀλλὰ καὶ τὸ βασιλικὸν πολίτευμα κατέλυσαν, καὶ τὸ λοιπὸν ἀπεῖπον μηδένα Ῥωμαίων ἄρχειν διὰ βίου τὴν ἀνυπεύθυνον ἀρχήν, αὐτοί τε τοὺς μεγίστους ὀμόσαντες ὅρκους, καὶ κατὰ τῶν ἐγγόνων ἀράς,