Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἔμελλέ τε, ὅπερ εἰκὸς
ἐκείνους. ἐρημούμενον δὴ θεωρῶν ἑαυτὸν ὁ Ἄππιος ἠναγκάσθη μεταγνῶναι καὶ ἀπελθεῖν ἐκ τῆς ἀγορᾶς, ὃ καὶ μάλιστʼ ὤνησεν αὐτόν. ἐπιβαλλόμενος γὰρ ὑπὸ τοῦ δημοτικοῦ πλήθους καλὰς ἔτισεν ἂν αὐτῷ τὰς δίκας.
μετὰ τοῦτʼ ἐξουσίας ὅσης ἐβούλοντο τυχόντες οἱ περὶ τὸν Οὐαλέριον ἐνεφοροῦντο τῶν κατʼ ὀλιγαρχίας λόγων καὶ τοὺς ἔτι ἐνδοιάζοντας ἐξεδημαγώγουν. ἔτι δὲ μᾶλλον ἐξηλλοτρίωσαν τὸν πολιτικὸν ὄχλον οἱ τῆς κόρης συγγενεῖς κλίνην τε κομίσαντες εἰς τὴν ἀγορὰν καὶ τὸν ἄλλον κόσμον τὸν ἐπιτάφιον οἷον ἐδύναντο πολυτελέστατον παρασκευάσαντες, καὶ τὴν ἐκφορὰν τοῦ σώματος διὰ τῶν ἐπιφανεστάτων τῆς πόλεως ποιησάμενοι στενωπῶν, ὅθεν ὑπὸ πλείστων ὀφθήσεσθαι ἔμελλον.
ἐξεπήδων γὰρ ἐκ τῶν οἰκιῶν γυναῖκές τε καὶ παρθένοι τὸ πάθος ἀποδυρόμεναι, αἱ μὲν ἄνθη καὶ στεφάνους βάλλουσαι κατὰ τῆς κλίνης, αἱ δὲ τελαμῶνας ἢ μίτρας, αἱ δὲ ἀθύρματα κόμης
ἄνδρες τε συχνοὶ λαμβάνοντες ἐκ τῶν πλησίον ἐργαστηρίων τὰ μὲν ὠνῇ, τὰ δὲ χάριτι συνεπεκόσμουν τοῖς προσφόροις δωρήμασι τὴν ἐκκομιδήν, ὥστε περιβόητον ἀνὰ τὴν πόλιν γενέσθαι τὸ κῆδος, καὶ προθυμίαν ἅπαντας καταλαβεῖν τῆς τῶν ὀλιγαρχικῶν καταλύσεως. ἀλλʼ οἱ φρονοῦντες τὰ τῆς ὀλιγαρχίας ὅπλα ἔχοντες μέγα παρεῖχον αὐτοῖς δέος, οἵ τε περὶ τὸν Οὐαλέριον οὐκ ἠξίουν αἵματι πολιτικῷ τὸ νεῖκος διαιρεῖν.
τὰ μὲν δὴ κατὰ πόλιν ἐν τοιαύταις ἦν ταραχαῖς. Οὐεργίνιος δʼ, ὃν ἔφην αὐτόχειρα γενέσθαι τῆς ἑαυτοῦ θυγατρός, ἀπὸ ῥυτῆρος ἐλαύνων τὸν ἵππον ἀφικνεῖται περὶ λύχνων ἁφὰς ἐπὶ τὸν πρὸς Ἀλγιδῷ χάρακα, τοιοῦτος οἷος ἐκ τῆς πόλεως ἐξέδραμεν, αἵματι πεφυρμένος ἅπας καὶ τὴν μαγειρικὴν σφαγίδα διὰ
χειρὸς ἔχων. ἰδόντες δʼ αὐτὸν οἱ πρὸ τοῦ στρατοπέδου τὰς φυλακὰς φυλάττοντες ἐν ἀπόρῳ τʼ ἦσαν ὅ τι πέπονθεν εἰκάσαι, καὶ παρηκολούθουν ὡς ἀκουσόμενοι μέγα πρᾶγμα καὶ δεινόν. ὁ δὲ τέως μὲν ἐπορεύετο κλαίων καὶ διασημαίνων τοῖς ὁμόσε χωροῦσιν ἀκολουθεῖν· ἐξέτρεχον δʼ ἐκ τῶν σκηνῶν ἃς διεπορεύετο μεταξὺ δειπνοῦντες ἅπαντες ἀθρόοι φανοὺς ἔχοντες καὶ λαμπάδας, ἀγωνίας πλήρεις καὶ θορύβου περιεχόμενοι