Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἔφθησαν δʼ αὐτὸν οἱ τῇ κόρῃ προσήκοντες, Νομιτωρίου τε υἱὸς καὶ ἀδελφὸς Ἰκιλίου, προαποσταλέντες ὑπὸ τῶν ἄλλων ἀρχομένης ἔτι τῆς καταστάσεως, νεανίαι λήματος πλήρεις ἀπὸ ῥυτῆρος καὶ μετὰ μάστιγος ἐλαθεῖσι τοῖς ἵπποις πρότερον διανύσαντες τὴν ὁδὸν καὶ τῷ Οὐεργινίῳ
τὰ πεπραγμένα διασαφηνίσαντες. ὁ δὲ τὴν μὲν ἀληθῆ πρὸς Ἀντώνιον αἰτίαν ἀποκρυψάμενος, ἀναγκαίου δέ τινος συγγενοῦς σκηψάμενος πεπύσθαι θάνατον, οὗ τὴν ἐκκομιδήν τε καὶ ταφὴν αὐτὸν ἔδει ποιήσασθαι κατὰ τὸν νόμον, ἀφίεται καὶ περὶ λύχνων ἁφὰς ἤλαυνε μετὰ τῶν μειρακίων κατʼ ἄλλας ὁδοὺς διωγμὸν ἔκ τε τοῦ στρατοπέδου καὶ ἀπὸ τῆς πόλεως δεδοικώς· ὅπερ καὶ συνέβη.
ὅ τε γὰρ Ἀντώνιος τὰς ἐπιστολὰς δεξάμενος περὶ πρώτην μάλιστα φυλακήν,
προσελθόντων δʼ αὐτῶν ὁ μὲν Κλαύδιος τοὺς αὐτοὺς πάλιν διεξελθὼν λόγους ἠξίου τὸν Ἄππιον γενέσθαι δικαστὴν τοῦ πράγματος μηδεμίαν ἀναβολὴν ποιησάμενον, τόν τε μηνυτὴν παρεῖναι λέγων καὶ τοὺς μάρτυρας καὶ τὴν θεράπαιναν αὐτὴν παραδούς· ἐφʼ οἷς ἅπασι πολὺς ὁ προσποιητὸς σχετλιασμὸς ἦν, εἰ μὴ τεύξεται τῶν ἴσων τοῖς ἄλλοις, ὡς πρότερον, ὅτι πελάτης ἦν αὐτοῦ· καὶ παράκλησις, ἵνα μὴ τοῖς ἐλεεινότερα λέγουσιν, ἀλλὰ τοῖς δικαιότερα ἀξιοῦσι βοηθεῖν.
ὁ δὲ τῆς κόρης πατὴρ καὶ οἱ λοιποὶ συγγενεῖς ἀπελογοῦντο περὶ τῆς ὑποβολῆς πολλὰ καὶ δίκαια καὶ ἀληθῆ λέγοντες, ὡς οὔτʼ αἰτίαν οὐδεμίαν εἶχεν ὑποβολῆς εὔλογον ἡ Νομιτωρίου μὲν ἀδελφή, Οὐεργινίου δὲ γυνή, παρθένος γαμηθεῖσα νέῳ ἀνδρὶ καὶ οὐ μετὰ πολλοὺς τοῦ γάμου τεκοῦσα χρόνους· οὔτʼ εἰ τὰ μάλιστα ἐβούλετο γένος ἀλλότριον εἰς τὸν ἴδιον οἶκον εἰσαγαγεῖν, δούλης ἀλλοτρίας ἂν ἐλάμβανε παιδίον μᾶλλον ἢ οὐ γυναικὸς ἐλευθέρας κατὰ γένος ἢ φιλίαν αὐτῇ προσηκούσης, παρʼ ἧς πιστῶς τε ἅμα