Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐγὼ τὸ μὲν ἀκριβές, ὦ δημόται, περὶ τῆς διεγγυήσεως τοῦ σώματος, ἐπειδὴ τραχυνομένους ὑμᾶς πρὸς τὴν ἀπόφασιν ὁρῶ, παρίημι· χαρίζεσθαι δʼ ὑμῖν βουλόμενος πέπεικα τὸν ἐμαυτοῦ πελάτην ἐᾶσαι μὲν τοῖς συγγενέσι τῆς παρθένου δοῦναι τὴν διεγγύησιν, ἕως ὁ

πατὴρ αὐτῆς παραγένηται. ἀπάγεσθε οὖν, ὦ Νομιτώριε, τὴν κόρην, καὶ τὴν ἐγγύην ὁμολογεῖτε περὶ αὐτῆς εἰς τὴν αὔριον ἡμέραν. ἀπόχρη γὰρ ὁ χρόνος ὑμῖν οὗτος ἀπαγγεῖλαί τε Οὐεργινίῳ τήμερον καὶ τριῶν ἢ τεττάρων ὡρῶν αὔριον ἐκ τοῦ χάρακος δεῦρο ἀγαγεῖν. πλείονα δʼ αὐτῶν χρόνον αἰτουμένων οὐδὲν ἔτι ἀποκρινάμενος ἀνέστη καὶ τὸν δίφρον ἐκέλευσεν ἆραι.

ὡς δʼ ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς ἀδημονῶν καὶ μαινόμενος ὑπὸ τοῦ πάθους, ἔγνω μηκέτι μεθέσθαι

v.4p.168
τῆς παρθένου τοῖς συγγενέσιν, ἀλλʼ ὅταν ἐπὶ τὴν ἐγγύην προαχθῇ, μετὰ βίας αὐτὴν ἀπάγειν, ἑαυτῷ τε πλείονα φυλακὴν περιστησάμενος, ὡς μηδὲν ὑπὸ τῶν ὄχλων βιασθείη, καὶ τὰ πέριξ τοῦ βήματος ἑταίρων τε καὶ πελατῶν ὄχλῳ προκαταλαβών.

ἵνα δὲ σὺν εὐσχήμονι δίκης τοῦτο πράττῃ προφάσει, μὴ παραγενηθέντος ἐπὶ τὴν ἐγγύην τοῦ πατρός, ἐπιστολὰς δοὺς τοῖς πιστοτάτοις ἱππεῦσιν ἔπεμψεν ἐπὶ τὸν χάρακα καὶ πρὸς Ἀντώνιον τὸν ἡγεμόνα τοῦ τάγματος, ὑφʼ οὗ ἦν Οὐεργίνιος, ἀξιῶν αὐτὸν κατέχειν τὸν ἄνδρα ἐν ἐπιμελεῖ φυλακῇ, μὴ λάθῃ πυθόμενος τὰ περὶ τὴν θυγατέρα καὶ διαδρὰς ἐκ τοῦ χάρακος.

ἔφθησαν δʼ αὐτὸν οἱ τῇ κόρῃ προσήκοντες, Νομιτωρίου τε υἱὸς καὶ ἀδελφὸς Ἰκιλίου, προαποσταλέντες ὑπὸ τῶν ἄλλων ἀρχομένης ἔτι τῆς καταστάσεως, νεανίαι λήματος πλήρεις ἀπὸ ῥυτῆρος καὶ μετὰ μάστιγος ἐλαθεῖσι τοῖς ἵπποις πρότερον διανύσαντες τὴν ὁδὸν καὶ τῷ Οὐεργινίῳ

τὰ πεπραγμένα διασαφηνίσαντες. ὁ δὲ τὴν μὲν ἀληθῆ πρὸς Ἀντώνιον αἰτίαν ἀποκρυψάμενος, ἀναγκαίου δέ τινος συγγενοῦς σκηψάμενος πεπύσθαι θάνατον, οὗ τὴν ἐκκομιδήν τε καὶ ταφὴν αὐτὸν ἔδει ποιήσασθαι κατὰ τὸν νόμον, ἀφίεται καὶ περὶ λύχνων ἁφὰς ἤλαυνε μετὰ τῶν μειρακίων κατʼ ἄλλας ὁδοὺς διωγμὸν ἔκ τε τοῦ στρατοπέδου καὶ ἀπὸ τῆς πόλεως δεδοικώς· ὅπερ καὶ συνέβη.

ὅ τε γὰρ Ἀντώνιος τὰς ἐπιστολὰς δεξάμενος περὶ πρώτην μάλιστα φυλακήν,

v.4p.169
ἴλην ἀπέστειλεν ἱππέων ἐπʼ αὐτόν, ἔκ τε τῆς πόλεως ἕτεροι πεμφθέντες ἱππεῖς διʼ ὅλης νυκτὸς ἐφρούρουν τὴν ἀπὸ στρατοπέδου φέρουσαν ὁδόν. ὡς δὲ ἀπήγγειλεν Ἀππίῳ τις τὸν Οὐεργίνιον ἐληλυθότα παρὰ τὴν ὑπόληψιν, ἔξω τῶν φρενῶν γενόμενος παρῆν μετὰ πολλοῦ στίφους ἐπὶ τὸ βῆμα καὶ προσάγειν ἐκέλευσε τοὺς τῆς κόρης συγγενεῖς.