Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τὰς ἀρχὰς καταστήσωμεν ὡς βουλόμεθα. ἄπιτʼ οὖν, καὶ ὅταν ἀκούσητε ὑπάτους καὶ τὰς ἄλλας ἀρχὰς ἀποδειχθείσας ὑπὸ τῆς πόλεως καὶ τὰ πρὸς τὸν ἀγῶνα πάντα γεγονότα ἡμῖν εὐτρεπῆ, τόθʼ ἥκετε περὶ διαλλαγῶν ποιησόμενοι τοὺς λόγους, ἐπειδὴ κακῶς ἤρξασθε ἡμᾶς ποιεῖν οὐδὲν προπεπονθότες ὑφʼ ἡμῶν· καὶ ὅσα ἡμᾶς ἐβλάψατε κατὰ τὰς ἐμβολὰς εἰς χρημάτων λόγον,
ἅπαντα ἐκ τοῦ δικαίου διαλύσατε. τὸν δὲ τῶν γεωργῶν ὄλεθρον οὐχ ὑπολογιούμεθα ὑμῖν, οὐδʼ εἴ τινα γύναια ἐλεύθερα ὕβρεως καὶ παροινίας ἐπειράθη στρατιωτικῆς
ὦ πολλῆς μὲν εὐηθείας τούτων, οἷς ἐπὶ νοῦν ἔρχεται τοιαῦτα ληρεῖν, πολλῆς δʼ ἀναλγησίας ἡμῶν, εἰ τοιαῦτα λεγόντων αὐτῶν οὐκ ἀγανακτοῦμεν, ἀλλʼ ὑπομένομεν ἀκούειν, ὥσπερ ὑπὲρ τῶν πολεμίων, ἀλλʼ οὐχ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῆς πατρίδος βουλευόμενοι.
οὐκ ἀνελοῦμεν ἐκ μέσου τοὺς φλυάρους; οὐ ταχεῖαν ψηφιούμεθα τῇ ὑπονοθευομένῃ χώρᾳ τὴν βοήθειαν; οὐ καθοπλιοῦμεν ἅπασαν τὴν ἀκμὴν τῆς πόλεως; οὐκ ἐπὶ τὰς ἐκείνων πόλεις αὐτοὶ στρατευσόμεθα; ἀλλʼ οἴκοι μένοντες καὶ τοῖς δέκα λοιδορούμενοι καὶ νέας ἀρχὰς καθιστάντες καὶ περὶ κόσμου πολιτικοῦ σκοποῦντες ὥσπερ ἐν εἰρήνῃ πάντʼ ἐάσομεν ὑπὸ τοῖς πολεμίοις τὰ ἐν τῇ χώρᾳ γενέσθαι, καὶ τελευτῶντες ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύσομεν καὶ κατασκαφῆς τῆς πόλεως, ὡς ἐάσαντες τὸν πόλεμον τοῖς τείχεσι προσελθεῖν;
οὐκ ἔστιν ὑγιαινόντων ἀνθρώπων τὰ τοιαῦτα βουλεύματα, ὦ πατέρες, οὐδὲ προνοίας πολιτικῆς τὰ κοινὰ συμφέροντα τῶν ἰδίων ἀπεχθειῶν ἡγουμένης ἀναγκαιότερα, ἀλλὰ φιλονεικίας ἀκαίρου καὶ δυσμενείας ἀβούλου καὶ φθόνου κακοδαίμονος, ὃς οὐκ ἐᾷ τοὺς
νῦν μὲν τὸν πρὸς Αἰκανοὺς καὶ Σαβίνους πόλεμον ἐπικυρώσατε καὶ τὰς δυνάμεις μετὰ πλείστης προθυμίας καὶ σπουδῆς καταγράφετε τὰς ἐπʼ ἀμφοτέρους ἐξελευσομένας. ὅταν δὲ τὰ τοῦ πολέμου τέλος ἡμῖν τὸ κράτιστον λάβῃ, καὶ ἀναστρέψωσιν εἰς τὴν πόλιν αἱ δυνάμεις εἰρήνης γενομένης, τότε καὶ περὶ τοῦ κόσμου τῆς πολιτείας σκοπεῖτε, καὶ λόγον ἀπαιτεῖτε τοὺς δέκα περὶ πάντων, ὧν ἐπὶ τῆς ἀρχῆς ἔπραξαν, καὶ νέας ἀρχὰς ψηφοφορεῖτε καὶ δικαστήρια καθίζετε καὶ τιμᾶτε τοὺς ἑκατέρου τούτων ἀξίους, ὅταν ἐφʼ ὑμῖν γένηται ταῦτʼ ἀμφότερα, μαθόντες ὅτι οὐ τοῖς πράγμασιν οἱ καιροὶ δουλεύουσιν, ἀλλὰ τοῖς καιροῖς τὰ πράγματα.