Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τότε παρέσομαι. καὶ τὰ μὲν ὑπὲρ ἐμοῦ τοσαῦτα· περὶ δὲ τοῦ πολέμου ταύτην ὑμῖν, ὦ βουλή, γνώμην ἀποδείκνυμαι, μηδὲν ψηφίζεσθαι περὶ μηδενὸς πράγματος, ἕως ἀποδειχθῶσι νέαι ἀρχαί. ταῦτʼ εἰπὼν καὶ πολὺν ἐκ τοῦ συνεδρίου κινήσας ἔπαινον ἐπὶ τῷ γενναίῳ καὶ φιλελευθέρῳ τῆς γνώμης ἐκάθισε. μετὰ δὲ τοῦτον ἀναστὰς Λεύκιος Κοίντιος ὁ καλούμενος Κικιννᾶτος

v.4p.137
καὶ Τίτος Κοίντιος Καπετωλῖνος καὶ Λεύκιος Λουκρήτιος καὶ πάντες ἑξῆς οἱ πρωτεύοντες δέκα τοῦ συνεδρίου τῇ Κλαυδίου γνώμῃ προσετίθεντο.

ἐφʼ ᾧ διαταραχθέντες οἱ περὶ τὸν Ἄππιον ἐβουλεύσαντο μηκέτι καθʼ ἡλικίαν καὶ βουλῆς ἀξίωσιν συμβούλους καλεῖν, ἀλλὰ κατʼ οἰκειότητα καὶ τὴν πρὸς αὐτοὺς ἑταιρίαν. καὶ παρελθὼν Μάρκος Κορνήλιος ἀνίστησι Λεύκιον Κορνήλιον τὸν ἀδελφόν, ὃς Κοίντῳ Φαβίῳ Οὐιβουλανῷ συνυπάτευσε τὸ τρίτον ὑπατεύοντι, δραστήριον ἄνδρα καὶ πολιτικοὺς διεξελθεῖν λόγους οὐκ ἀδύνατον.

οὗτος ἀναστὰς ἔλεξε τοιάδε· θαυμαστὸν μὲν ἦν καὶ τοῦτʼ, ὦ βουλή, εἰ ταύτην ἔχοντες ἄνθρωποι τὴν ἡλικίαν ἔχουσιν, οἱ πρὸ ἐμοῦ γνώμην ἀποφηνάμενοι καὶ πρωτεύειν ἀξιοῦντες τῶν συνέδρων, τὴν ἐκ τῶν πολιτικῶν προσκρουσμάτων ἀπέχθειαν ἀδιάλλακτον πρὸς τοὺς προεστηκότας τῆς πόλεως, οὓς ἐχρῆν% οἷόν τε δεῖ φυλάττειν, καὶ τοῖς νέοις παραινεῖν ἀπὸ τοῦ κρατίστου ποιεῖσθαι τοὺς ὑπὲρ τῶν καλῶν ἀγῶνας, καὶ μὴ πολεμίους, ἀλλὰ φίλους ἡγεῖσθαι τοὺς περὶ τῶν κοινῶν ἀγαθῶν ἀντιπάλους.

πολλῷ δʼ ἔτι τούτου θαυμασιώτερόν ἐστιν, εἰ τὰς ἰδίας ἀπεχθείας

v.4p.138
ἐπὶ τὰ κοινὰ τῆς πόλεως πράγματα μεταφέρουσι καὶ συναπολέσθαι τοῖς ἑαυτῶν ἐχθροῖς βούλονται μᾶλλον ἢ σωθῆναι μετὰ πάντων τῶν φίλων. ὑπερβολὴν γὰρ ἀνοίας τούτοις καὶ οὐ πόρρω θεοβλαβείας πεποιήκασιν οἱ πρόεδροι τῆς βουλῆς ἡμῶν.