Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἀναχώρει δὴ πάλιν εἰς τὴν σεαυτοῦ φύσιν, Ἄππιε τέκνον, καὶ γίνου τῇ προαιρέσει τῶν πολιτευμάτων μὴ τυραννικός, ἀλλʼ ἀριστοκρατικὸς καὶ φεῦγε τοὺς πρὸς ἡδονὴν ὁμιλοῦντας, διʼ οὓς ἐξέβης τῶν χρηστῶν ἐπιτηδευμάτων καὶ παρεπλάγχθης τῆς ὀρθῆς ὁδοῦ. οὐ γὰρ ἔχει λόγον, ὑφʼ ὧν ἂν γένηταί τις ἐξ ἀγαθοῦ κακός, ὑπὸ τούτων πάλιν αὐτὸν ἐκ πονηροῦ γενέσθαι χρηστόν.
ταῦτά σοι πολλάκις ἐβουλήθην ὑποθέσθαι μόνῳ μόνος εἰς λόγους παραγενόμενος καὶ τὰ μὲν ὡς ἀγνοοῦντα διδάξαι, τὰ δʼ ὡς ἁμαρτάνοντα νουθετῆσαι·
τάχα δʼ οὐχ ὑπὸ σοῦ κελευσθέντες οἱ παῖδες, ἀλλʼ ἐφʼ ἑαυτῶν γνόντες διέκλεισάν με τῆς εἰσόδου, καὶ βουλοίμην οὕτως τἀληθὲς ἔχειν. τὸ πρᾶγμα δή με ἠνάγκασε τοῦτο διαλεχθῆναι ἐν τῷ συνεδρίῳ πρὸς σὲ περὶ ὧν ἐβουλόμην, ἐπειδὴ μόνῳ πρὸς μόνον οὐκ ἐξεγένετο. καιρὸν δʼ ἔχει πάντη λέγεσθαι τὰ καλὰ καὶ συμφέροντα παρʼ ἀνθρώποις μᾶλλον, Ἄππιε, ἢ
μηδαμῇ. ἀποδεδωκὼς δή σοι τὰ τοῦ γένους ὀφειλήματα μαρτύρομαι θεούς, ὧν ἱερὰ καὶ βωμοὺς κοιναῖς θυσίαις γεραίρομεν οἱ τῆς Ἀππίου γενεᾶς διάδοχοι, καὶ προγόνων δαίμονας, οἷς μετὰ θεοὺς δευτέρας τιμὰς καὶ χάριτας ἀποδίδομεν κοινάς, ὑπὲρ ἅπαντας δὲ τούτους γῆν, ἣ κατέχει τὸν σὸν μὲν πατέρα, ἐμὸν δʼ ἀδελφόν, ὅτι σοι παρέσχημαι ψυχήν τε καὶ φωνὴν τὴν ἐμαυτοῦ τὰ κράτιστα βουλευομένην, καὶ ἐπανορθῶν τὰς ἀγνοίας σου κατὰ δύναμιν τὴν ἐμὴν ἀξιῶ σε μὴ τοῖς κακοῖς ἰᾶσθαι τὰ κακά, μηδὲ τῶν πλειόνων ὀρεγόμενον καὶ τὰ παρόντα ἀπολέσαι, μηδʼ ἵνα τῶν