Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἥδεται γὰρ ἡ διάνοια παντὸς ἀνθρώπου χειραγωγουμένη διὰ τῶν λόγων ἐπὶ τὰ ἔργα καὶ μὴ μόνον ἀκούουσα τῶν λεγομένων, ἀλλὰ καὶ τὰ πραττόμενα ὁρῶσα. οὐδέ γʼ ὅταν πολιτικὰς ἀκούσωσι πράξεις, ἀρκοῦνται τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας τῶν πραγμάτων μαθόντες, ὅτι συνεχώρησαν Ἀθηναῖοι Λακεδαιμονίοις τείχη τε καθελεῖν τῆς πόλεως αὐτῶν καὶ ναῦς διατεμεῖν καὶ φρουρὰν εἰς τὴν ἀκρόπολιν εἰσαγαγεῖν καὶ ἀντὶ τῆς πατρίου δημοκρατίας ὀλιγαρχίαν τῶν κοινῶν ἀποδεῖξαι κυρίαν οὐδὲ πρὸς αὐτοὺς ἀγῶνα ἀράμενοι, ἀλλʼ εὐθὺς ἀξιοῦσι καὶ τίνες ἦσαν αἱ κατασχοῦσαι τὴν πόλιν ἀνάγκαι, διʼ ἃς ταῦτα τὰ δεινὰ καὶ σχέτλια ὑπέμεινε, καὶ τίνες οἱ πείσαντες αὐτοὺς λόγοι καὶ ὑπὸ τίνων ῥηθέντες ἀνδρῶν καὶ πάντα, ὅσα παρακολουθεῖ τοῖς πράγμασι, διδαχθῆναι.

τοῖς δὲ πολιτικοῖς ἀνδράσιν, ἐν οἷς ἔγωγε τίθεμαι καὶ τοὺς φιλοσόφους, ὅσοι μὴ λόγων, ἀλλʼ ἔργων καλῶν ἄσκησιν ἡγοῦνται τὴν φιλοσοφίαν,

v.4p.113
τὸ μὲν ἥδεσθαι τῇ παντελεῖ θεωρίᾳ τῶν παρακολουθούντων τοῖς πράγμασι κοινὸν ὥσπερ καὶ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει· χωρὶς δὲ τῆς ἡδονῆς περιγίγνεται τὸ περὶ τοὺς ἀναγκαίους καιροὺς μεγάλα τὰς πόλεις ἐκ τῆς τοιαύτης ἐμπειρίας ὠφελεῖν, καὶ ἄγειν αὐτὰς ἑκούσας ἐπὶ τὰ συμφέροντα διὰ τοῦ λόγου.

ῥᾷστα γὰρ οἱ ἄνθρωποι τά τε ὠφελοῦντα καὶ βλάπτοντα καταμανθάνουσιν, ὅταν ἐπὶ παραδειγμάτων ταῦτα πολλῶν ὁρῶσι, καὶ τοῖς ἐπὶ ταῦτα παρακαλοῦσιν αὐτοὺς φρόνησιν μαρτυροῦσι καὶ πολλὴν σοφίαν. διὰ ταύτας δή μοι τὰς αἰτίας ἔδοξεν ἅπαντα ἀκριβῶς διελθεῖν τὰ γενόμενα περὶ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας,

ὅσα δὴ καὶ λόγου τυχεῖν ἄξια ἡγοῦμαι. ποιήσομαι δὲ τὸν περὶ αὐτῶν λόγον οὐκ ἀπὸ τῶν τελευταίων ἀρξάμενος, ἅ δοκεῖ τοῖς πολλοῖς αἴτια γενέσθαι μόνα τῆς ἐλευθερίας, λέγω δὲ τῶν περὶ τὴν παρθένον ἁμαρτηθέντων Ἀππίῳ διὰ τὸν ἔρωτα· προσθήκη γὰρ αὕτη γε καὶ τελευταία τῆς ὁργῆς τῶν δημοτῶν αἰτία μυρίων ἄλλων προηγησαμένων, ἀλλʼ ἀφʼ ὧν ἤρξατο πρῶτον ἡ πόλις ὑπὸ τῆς δεκαδαρχίας ὑβρίζεσθαι. ταῦτα πρῶτον ἐρῶ καὶ διέξειμι πάσας ἐφεξῆς τὰς ἐν τῇ τότε καταστάσει γενηθείσας παρανομίας.

πρώτη μὲν οὖν ἦν ἡ δόξασα γενέσθαι τοῦ κατὰ τῆς ὀλιγαρχίας μίσους πρόφασις, ὅτι συνύφηναν

v.4p.114
τὴν δευτέραν ἀρχὴν τῇ προτέρᾳ δήμου τε ὑπεριδόντες καὶ βουλῆς καταφρονήσαντες· ἔπειθʼ ὅτι τοὺς χαριεστάτους Ῥωμαίων, οἷς οὐ κατὰ γνώμην τὰ πραττόμενα ὑπʼ αὐτῶν ἦν, οὓς μὲν ἐξήλαυνον ἐκ τῆς πόλεως αἰτίας ἐπιφέροντες ψευδεῖς καὶ δεινάς, οὓς δὲ ἀπεκτίννυσαν, κατηγόρους τε αὐτοῖς ὑποπέμποντες ἐκ τῶν ἰδίων ἑταίρων καὶ τὰς δίκας ταύτας αὐτοὶ δικάζοντες· μάλιστα δʼ ὅτι τοῖς θρασυτάτοις τῶν νέων, οὓς εἶχον ἕκαστοι περὶ αὑτούς, ἐφῆκαν ἄγειν καὶ φέρειν τὰ τῶν ἐναντιουμένων τῇ πολιτείᾳ.

οἱ δʼ ὥσπερ ἁλούσης πολέμῳ κατὰ κράτος τῆς πατρίδος οὐ τὰ χρήματα μόνον ἀφῃροῦντο τοὺς νόμῳ κτησαμένους, ἀλλὰ καὶ εἰς τὰς γαμετὰς αὐτῶν τὰς εὐμόρφους παρενόμουν καὶ εἰς θυγατέρας ἐπιγάμους καθύβριζον καὶ πληγὰς τοῖς ἀγανακτοῦσιν ὥσπερ ἀνδραπόδοις ἐδίδοσαν· καὶ παρεσκεύασαν, ὅσοις ἀφόρητα εἶναι τὰ γινόμενα ἐδόκει, καταλιπόντας τὴν πατρίδα γυναιξὶν ὁμοῦ καὶ τέκνοις εἰς τὰς πλησίον ἐξοικίζεσθαι πόλεις, ὑποδεχομένων αὐτοὺς Λατίνων μὲν διὰ τὸ % ἀσθενές, Ἑρνίκων δὲ διὰ τὴν ἔναγχος γενομένην αὐτοῖς ὑπὸ Ῥωμαίων ἰσοπολιτείαν. ὥσθʼ, ὅπερ εἰκὸς ἦν, τελευτῶντες αὐτοὶ κατελείφθησαν οἱ φιλοτύραννοι, καὶ οἷς μηδεμία τῶν κοινῶν φροντὶς ἦν.

οὔτε γὰρ οἵ γε πατρίκιοι διέμενον ἐν τῇ πόλει θωπεύειν μὲν οὐκ ἀξιοῦντες τοὺς ἡγεμόνας,

v.4p.115
ἐναντιοῦσθαι δὲ τοῖς πραττομένοις ἀδυνατοῦντες, οὔθʼ οἱ καταγραφέντες εἰς τὸ βουλευτικὸν συνέδριον, οὓς ἐπάναγκες ἔδει παρεῖναι ταῖς ἀρχαῖς, ἀλλὰ καὶ τούτων οἱ πλείους ἀνασκευασάμενοι πανοικεσίᾳ καὶ τὰς οἰκίας ἐρήμους ἀφέντες ἐν τοῖς ἀγροῖς διέτριβον.