Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

δέοντα. ταῦτʼ εἰπόντες ᾤχοντο πρὸς τοὺς ὑπάτους. ἐν ὅσῳ δὲ ἡ βουλὴ συνήγετο χρόνῳ, πολλοὶ καὶ παντοδαποὶ λόγοι κατὰ τὴν ἀγορὰν ἐγίνοντο, τῶν μὲν ἐκ

v.4p.16
παρασκευῆς ἃ παρηγγέλλετο αὐτοῖς ὑπὸ τῶν δημάρχων κατὰ συστροφὰς λαλούντων, τῶν δέ, ἃ μάλιστα ἐδεδοίκεσαν μὴ γένηται, ταῦτα ὡς ἀπηγγελμένα τοῖς δημάρχοις λεγόντων.

ἔφη δʼ ὁ μέν τις Αἰκανοὺς καὶ Οὐολούσκους ὑποδεξαμένους Καίσωνα Κοίντιον τὸν ὑπὸ τοῦ δήμου καταδικασθέντα ᾑρῆσθαι στρατηγὸν αὐτοκράτορα τῶν ἐθνῶν καὶ πολλὰς δυνάμεις ἀγείραντα μέλλειν ἐπὶ τὴν Ῥώμην ἐλαύνειν· ὁ δέ τις ἀπὸ κοινῆς γνώμης τῶν πατρικίων τὸν ἄνδρα κατάγεσθαι ξενικαῖς δυνάμεσιν, ἵνα ἡ φυλακὴ καταλυθείῃ νῦν τε καὶ εἰς τὸν λοιπὸν χρόνον τῶν δημοτικῶν· ὁ δέ τις οὐχ ἅπαντας εἶναι τοὺς πατρικίους ἔφη τοὺς ταῦτα βεβουλευμένους,

ἀλλὰ μόνους τοὺς νέους. ἐτόλμων δέ τινες λέγειν, ὅτι καὶ ἐντὸς τῆς πόλεως ὁ ἀνὴρ εἴη κρυπτόμενος καὶ μέλλοι καταλαμβάνεσθαι τῶν τόπων τοὺς ἐπικαιροτάτους. ὅλης δὲ κραδαινομένης ἐπὶ τῇ προσδοκίᾳ τῶν δεινῶν τῆς πόλεως, καὶ πάντων ἀλλήλους ἐχόντων διʼ ὑποψίας καὶ φυλακῆς, οἱ μὲν ὕπατοι τὴν βουλὴν ἐκάλουν, οἱ δὲ δήμαρχοι παρελθόντες ἐδείκνυσαν τὰ προσαγγελλόμενα. ἦν δὲ ὁ τοὺς λόγους ὑπὲρ αὐτῶν ποιούμενος Αὖλος Οὐεργίνιος καὶ ἔλεξε τοιάδε·

ὅσον μὲν χρόνον οὐθὲν ἀκριβὲς ἡμῖν ἐφαίνετο τῶν προσαγγελλομένων δεινῶν, ἀλλὰ φῆμαι μετέωροι, καὶ τὸ βεβαιῶσον αὐτὰς οὐθὲν ἦν, ὠκνοῦμεν, ὦ βουλή, φέρειν τοὺς περὶ αὐτῶν λόγους εἰς μέσον, ταραχάς τε ὑποπτεύοντες ἔσεσθαι μεγάλας,

v.4p.17
οἷα εἰκὸς ἐπὶ δεινοῖς ἀκούσμασι, καὶ διʼ εὐλαβείας ἔχοντες, μὴ ταχύτερα δόξωμεν ὑμῖν βεβουλεῦσθαι μᾶλλον ἢ φρονιμώτερα.

οὐ μὴν ὀλιγωρίᾳ γʼ αὐτὰ παραδόντες ἀφήκαμεν, ἀλλʼ ὅση δύναμις ἡμῖν ἦν ἐπιμελῆ ζήτησιν ἐποιούμεθα τῆς ἀληθείας. ἐπεὶ δὲ ἡ τοῦ δαιμονίου πρόνοια, ὑφʼ ἧς ἀεὶ σωζόμεθα κοινῇ, καλῶς ποιοῦσα τὰ κεκρυμμένα βουλεύματα καὶ τὰς ἀνοσίους ἐπιχειρήσεις τῶν θεοῖς ἐχθρῶν εἰς φῶς ἄγει, καὶ γράμματα πάρεστιν ἡμῖν, ἃ δεδέγμεθα νεωστὶ παρὰ ξένων εὔνοιαν ἡμῖν ἐνδεικνυμένων, οὓς ὕστερον ἀκούσεσθε, καὶ συντρέχει τε καὶ συνᾴδει τοῖς ἔξωθεν ἐπιστελλομένοις τὰ ἐνθένδε μηνυόμενα, καὶ τὰ πράγματα οὐκέτι μέλλησιν οὐδʼ ἀναβολὴν ἐν χερσὶν ὄντα ἐπιδέχεται, πρὶν εἰς τὸν δῆμον ἐξενεγκεῖν, ὑμῖν πρώτοις ὥσπερ ἐστὶ δίκαιον ἀπαγγεῖλαι διέγνωμεν αὐτά.