Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐφόβουν θʼ οἱ προσηρτημένοι ταῖς δέσμαις τῶν ῥάβδων πελέκεις, οὓς ἔφερον οἱ προηγούμενοι τῶν ἀνδρῶν ἑκάστου δώδεκα ὄντες ἀναστέλλοντες ἐκ τῶν στενωπῶν πληγῖς τὸν ὄχλον, ὃ καὶ ἐπὶ τῶν βασιλέων ἐγένετο πρότερον. κατελύθη γὰρ εὐθὺς τὸ ἔθος τοῦτο μετὰ τὴν ἐκβολὴν τῶν μονάρχων ὑπʼ ἀνδρὸς δημοτικοῦ Ποπλίου Οὐαλερίου τὴν ἐκείνων ἐξουσίαν μεταλαβόντος, ᾧ πάντες οἱ μετʼ ἐκεῖνον ὕπατοι καλοῦ πράγματος δόξαντι ἄρξαι τὰ ὅμοια πράττοντες οὐκέτι ταῖς δέσμαις τῶν ῥάβδων προσήρτων τοὺς πελέκεις, ὅτι μὴ κατὰ τὰς στρατείας καὶ τὰς ἄλλας ἐξόδους τὰς ἐκ τῆς πόλεως.

πόλεμον δʼ ἐξάγοντες ὑπερόριον ἢ τῶν ὑπηκόων πράγματα ἐπισκεψόμενοι, τότε καὶ τοὺς πελέκεις ταῖς ῥάβδοις προσελάμβανον,

v.4p.108
ἵνα τὸ τῆς ὄψεως φοβερόν, ὡς κατʼ ἐχθρῶν ἢ δούλων γινόμενον, ἥκιστα φαίνηται τοῖς πολίταις ἐπαχθές.

τοῦτο δὴ θεασαμένοις ἅπασιν, ὃ τῆς βασιλικῆς ἐξουσίας σημεῖον ἐνομίζετο εἶναι, πολὺ παρειστήκει δέος, ὥσπερ ἔφην, ἀπολωλεκέναι νομίζουσι τὴν ἐλευθερίαν καὶ δέκα βασιλεῖς ἑλομένοις ἀνθʼ ἑνός. τοῦτον δὲ τὸν τρόπον καταπληξάμενοι τοὺς ὄχλους οἱ δέκα ἄνδρες καὶ γνόντες, ὅτι δεῖ φόβῳ τὸ λοιπὸν αὐτῶν ἄρχειν, ἑταιρίαν ἕκαστοι συνῆγον ἐπιλεγόμενοι τοὺς θρασυτάτους τῶν νέων καὶ σφίσιν αὐτοῖς ἐπιτηδειοτάτους.

τὸ μὲν οὖν ἐκ τῶν ἀπόρων καὶ τῶν ταπεινῶν ταῖς τύχαις τοὺς πλείους φανῆναι τυραννικῆς κόλακας ἐξουσίας, τοῦ κοινοῦ συμφέροντος ἀλλαξαμένους τὰς αὑτῶν ὠφελείας, οὔτε παράδοξον οὔτʼ ἀνέλπιστον ἦν· τὸ δὲ καὶ ἐκ τῶν πατρικίων εὑρεθῆναι συχνοὺς ἔχοντάς τι καὶ ἐπὶ πλούτῳ καὶ ἐπʼ εὐγενείᾳ μέγα φρονεῖν τοὺς ὑπομένοντας συγκαταλύειν τοῖς δεκαδάρχοις τὴν τῆς πατρίδος ἐλευθερίαν, τοῦτο θαυμαστὸν ἅπασιν εἶναι ἐδόκει· οἱ δὲ πάσαις κολακεύοντες ἡδοναῖς, ὁπόσαι πεφύκασιν ἀνθρώπων κρατεῖν, κατὰ πολλὴν ἄδειαν ἦρχον τῆς πόλεως, βουλὴν μὲν ἢ δῆμον ἐν οὐδεμιᾷ μερίδι τιθέμενοι, πάντων δὲ αὐτοὶ νομοθέται τε καὶ δικασταὶ γινόμενοι, καὶ πολλοὺς μὲν ἀποκτιννύντες

v.4p.109
τῶν πολιτῶν, πολλοὺς δʼ ἀφαιρούμενοι τὰς οὐσίας ἀδίκως.

ἵνα δʼ αὐτοῖς εὐπρεπῶς τὰ γινόμενα ἔχῃ παράνομα καὶ δεινὰ ὄντα ὡς δὴ σὺν τῷ δικαίῳ πραττόμενα, δικαστήρια ἐφʼ ἑκάστῳ χρήματι ἀπεδίδοσαν· ἦσαν δὲ οἵ τε κατήγοροι ὑπʼ αὐτῶν ἐκείνων ἐκ τῶν συγκατασκευαζόντων τὴν τυραννίδα ὑποπεμπόμενοι, καὶ τὰ δικαστήρια ἐκ τῶν ἑταίρων ἀποδεικνύμενα, οἳ διημείβοντο ἀλλήλοις καταχαριζόμενοι τὰς δίκας.

πολλὰ δὲ τῶν ἐγκλημάτων καὶ οὐ τὰ ἐλαχίστου ἄξια ἐφʼ ἑαυτῶν οἱ δέκα ἔκρινον, ὥστʼ ἠναγκάζοντο οἱ μειονεκτοῦντες τῷ δικαίῳ προσνέμειν ἑαυτοὺς ταῖς ἑταιρίαις, ἐπειδὴ τὸ ἀσφαλὲς οὐκ ἐνῆν ἄλλως αὐτοῖς ἔχειν, καὶ ἐγένετο σὺν χρόνῳ πλεῖον τοῦ ὑγιαίνοντος ἐν τῇ πόλει τὸ διεφθαρμένον καὶ νοσοῦν. οὐδὲ γὰρ ἠξίουν ἔτι μένειν ἐντὸς τείχους, οἷς τὰ πραττόμενα ὑπὸ τῶν δεκαδάρχων ἀνιαρὰ ἦν, ἀλλʼ ἀνεχώρουν εἰς τοὺς ἀγροὺς τὸν τῶν ἀρχαιρεσίων σκοποῦντες χρόνον ὡς ἀποθησομένων τῶν δέκα ἀνδρῶν τὰς δυναστείας, ὅταν τὸν ἐνιαύσιον ἐκτελέσωσι χρόνον, καὶ ἀποδειξόντων ἑτέρας ἀρχάς.