Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐπεὶ δὲ ἐπέγνωσαν οὐδεμίαν αὐτῶν ἐπιστροφὴν ἐκ τοῦ δαιμονίου γινομένην οὐδʼ ἔλεον, καὶ τῆς περὶ τὰ θεῖα λειτουργίας ἀπέστησαν. ἐν ταύτῃ τῇ συμφορᾷ τῶν τε ὑπάτων ἅτερος ἀποθνήσκει, Σέξτος Κοιντίλιος, καὶ ὁ μετὰ τοῦτον ἀποδειχθεὶς ὕπατος Σπόριος Φούριος, καὶ τῶν δημάρχων τέτταρες,
τῶν τε βουλευτῶν πολλοὶ καὶ ἀγαθοί. ἐπεβάλοντο μὲν οὖν ἐν τῇ νόσῳ τῆς πόλεως οὔσης στρατὸν ἐξάγειν ἐπʼ αὐτοὺς Αἰκανοὶ καὶ διεπρεσβεύοντο πρὸς τἆλλα ἔθνη, ὅσα Ῥωμαίοις πολέμια ἦν, παρακαλοῦντες ἐπὶ τὸν πόλεμον. οὐ μὴν ἔφθασάν γε προαγαγεῖν τὴν δύναμιν ἐκ τῶν πόλεων. ἔτι γὰρ αὐτῶν παρασκευαζομένων ἡ αὐτὴ νόσος κατέσκηψεν εἰς τὰς πόλεις.
διῆλθε δʼ οὐ μόνον τὴν Αἰκανῶν, ἀλλὰ καὶ τὴν Οὐολούσκων καὶ τὴν Σαβίνων γῆν, καὶ σφόδρα ἐκάκωσε τοὺς ἀνθρώπους. ἐκ δὲ τούτου συνέβη καὶ τὴν χώραν ἀγεώργητον ἀφεθεῖσαν λιμὸν ἐπὶ τῷ λοιμῷ συνάψαι. ἐπὶ μὲν δὴ τούτων τῶν ὑπάτων οὐδὲν ἐπράχθη Ῥωμαίοις διὰ τὰς νόσους οὔτε πολεμικὸν οὔτε πολιτικὸν εἰς ἱστορίας ἀφήγησιν ἐλθεῖν ἄξιον.
εἰς δὲ τοὐπιὸν ἔτος ὕπατοι μὲν ἀπεδείχθησαν Λεύκιος Μενήνιος καὶ Πόπλιος Σήστιος· ἡ δὲ νόσος εἰς τέλος ἐλώφησε. καὶ μετὰ τοῦτο θυσίαι τε χαριστήριοι θεοῖς ἐπετελοῦντο δημοσίᾳ, καὶ ἀγῶνες ἐπιφανεῖς λαμπραῖς πάνυ χορηγούμενοι δαπάναις, ἐν εὐπαθείαις τε καὶ θαλίαις ἡ πόλις ἦν ὥσπερ εἰκός· καὶ πᾶς ὁ χειμέριος χρόνος ἀμφὶ ταῦτα ἐδαπανήθη.
ἀρχομένου δʼ ἔαρος σῖτός τε πολὺς καὶ ἐκ πολλῶν ἤχθη χωρίων, ὁ μὲν πλείων δημοσίᾳ συνωνηθείς, ὁ δέ τις καὶ ὑπʼ ἰδιωτῶν ἐμπόρων κομιζόμενος. ἔκαμνε γὰρ οὐχ ἥκιστα ἐν τῇ σπάνει τῆς τροφῆς ὁ λαὸς χέρσου τῆς γῆς ἀφειμένης διὰ τὰς νόσους καὶ τὸν ὄλεθρον τῶν γεωργῶν.