Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οὗ τι καὶ μικρὸν ὄφελος τῷ κοινῷ. κεφάλαιον δʼ ἐστὶν ὧν ὑμῖν παραινῶ, πρέσβεις ἑλέσθαι τοὺς μὲν

v.4p.94
εἰς τὰς Ἑλληνίδας πόλεις τὰς ἐν Ἰταλίᾳ, τοὺς δʼ εἰς Ἀθήνας· οἵτινες αἰτησάμενοι παρὰ τῶν Ἑλλήνων τοὺς κρατίστους νόμους καὶ μάλιστα τοῖς ἡμετέροις ἁρμόττοντας βίοις οἴσουσι δεῦρο. ἀφικομένων δʼ αὐτῶν τοὺς τότε ὑπάτους προθεῖναι τῇ βουλῇ σκοπεῖν, τίνας ἑλέσθαι δεήσει νομοθέτας καὶ ἥντινα ἕξοντας ἀρχὴν καὶ χρόνον ὅσον καὶ τἆλλα, ὅπως ἂν αὐτῇ φαίνηται συνοίσειν, στασιάζειν δὲ μηκέτι πρὸς τὸ δημοτικὸν μηδʼ ἄλλας ἐπʼ ἄλλαις ἀναιρεῖσθαι συμφορὰς ἄλλως τε καὶ περὶ νόμων φιλονεικοῦντας, οἳ κἂν εἰ μηθὲν ἄλλο τήν γέ τοι δόξαν τῆς ἀξιώσεως ἔχουσιν εὐπρεπῆ.

τοιαῦτα εἰπόντος τοῦ Ῥωμιλίου οἵ τε ὕπατοι συνελαμβάνοντο τῆς γνώμης ἀμφότεροι πολλὰ καὶ ἐκ παρασκευῆς συγκείμενα διεξιόντες, καὶ τῶν ἄλλων βουλευτῶν συχνοί, καὶ ἐγένοντο πλείους οἱ ταύτῃ

προστιθέμενοι τῇ γνώμῃ. μέλλοντος δὲ γράφεσθαι τοῦ προβουλεύματος ἀναστὰς ὁ δήμαρχος Σίκκιος ὁ τῷ Ῥωμιλίῳ προσθεὶς τὴν δίκην πολὺν ὑπὲρ τοῦ ἀνδρὸς διῆλθε λόγον ἐπαινῶν τὴν μεταβολὴν τῆς γνώμης καὶ τὸ μὴ τὰ ἴδια ἔχθη κρείττονα γίνεσθαι τῶν κοινῇ χρησίμων, ἀλλʼ ἀπʼ ὀρθῆς γνώμης τὰ συμφέροντα ἀποδείξασθαι·

ἀνθʼ ὧν, ἔφη, ταύτην αὐτῷ ἀποδίδωμι τιμὴν καὶ χάριν· ἀφίημι τῶν ἐκτισμάτων ἐπὶ τῇ δίκῃ καὶ εἰς τὸ λοιπὸν διαλλάττομαι· νικᾷ γὰρ ἡμᾶς χρηστὸς ὤν. τὸ δʼ αὐτὸ καὶ οἱ ἄλλοι δήμαρχοι παριόντες ὡμολόγουν. οὐ μὴν ὅ γε Ῥωμίλιος ὑπέμεινε ταύτην

v.4p.95
λαβεῖν τὴν χάριν, ἀλλʼ ἐπαινέσας τοὺς δημάρχους τῆς προθυμίας ἀποδώσειν ἔφη τὴν καταδίκην. ἱερὰν γὰρ ἤδη τῶν θεῶν εἶναι, καὶ οὔτε δίκαια οὔτε ὅσια ποιεῖν ἀποστερῶν τοὺς θεούς, ἃ δίδωσιν αὐτοῖς ὁ νόμος·

καὶ ἐποίησεν οὕτως. γραφέντος δὲ τοῦ προβουλεύματος, καὶ μετὰ ταῦτʼ ἐπικυρώσαντος τοῦ δήμου πρέσβεις ἀπεδείχθησαν οἱ τοὺς παρὰ τῶν Ἑλλήνων νόμους ληψόμενοι, Σπόριος Ποστόμιος καὶ Σερούιος Σολπίκιος καὶ Αὖλος Μάλλιος· οἷς τριήρεις τε παρεσκευάσθησαν ἐκ τοῦ δημοσίου καὶ ἄλλος κόσμος εἰς ἐπίδειξιν τῆς ἡγεμονίας ἀποχρῶν. καὶ τὸ ἔτος ἐτελεύτα.