Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐν δὲ τῷ μετὰ τούτους τοὺς ὑπάτους ἔτει Σπόριος Ταρπήιος καὶ Αὖλος Τερμήνιος παραλαμβάνουσι τὴν ἀρχήν· οἳ τά τʼ ἄλλα θεραπεύοντες
μάλιστα δʼ αὐτοὺς εἰς δέος ἤγαγεν ἡ τῶν ὑπατευσάντων τὸν παρελθόντα ἐνιαυτὸν συμφορὰ νεωστὶ γενομένη δεινὰ μὲν ὑπὸ τοῦ δήμου παθόντων, οὐδεμίαν δὲ παρὰ τῆς βουλῆς εὑρομένων βοήθειαν. Σίκκιος μὲν γὰρ ὁ τὸν Αἰκανῶν στρατὸν αὐτῷ χάρακι ἀράμενος δήμαρχος τότʼ ἀποδειχθείς, ὥσπερ ἔφην, τῇ πρώτῃ τῆς ἀρχῆς ἡμέρᾳ θύσας εἰσιτήρια κατὰ νόμον, πρὶν ὁτιοῦν ἄλλο διαπράξασθαι τῶν κοινῶν, προεῖπεν ἐν ἐκκλησίᾳ Τίτον Ῥωμίλιον ἥκειν ἀπολογησόμενον ἀδικήματος δημοσίου δίκην ἐπὶ δικαστῇ τῷ δήμῳ, τὸν χρόνον ἀποδείξας τοῦ ἀγῶνος.
Λεύκιος δὲ τότʼ ἀγορανομῶν, δήμαρχος δὲ τῷ παρελθόντι ἔτει γεγονώς, τὸν ἕτερον τῶν περυσινῶν ὑπάτων Γάιον Οὐετούριον εἰς ὁμοίαν δίκην προσεκαλέσατο. πολλῆς δὲ γενομένης ἐν τῷ μεταξὺ τοῦ ἀγῶνος χρόνῳ σπουδῆς τε καὶ παρακλήσεως ἀμφοτέρων οἱ μὲν ὑπόδικοι πολλὰς ἐλπίδας εἶχον ἐπὶ τῇ βουλῇ καὶ τὸ κινδύνευμα ἐν ἐλαφρῷ ἐποιοῦντο, ὑπισχνουμένων αὐτοῖς πρεσβυτέρων τε καὶ νέων οὐκ ἐάσειν τὸν ἀγῶνα ἐπιτελεσθῆναι.
οἱ δὲ δήμαρχοι πάντα ἐκ πολλοῦ φυλαττόμενοι καὶ οὔτε δεήσεις οὔτε
πρώτη μὲν οὖν εἰσῆλθεν ἡ κατὰ Ῥωμιλίου δίκη. καὶ παρελθὼν ὁ Σίκκιος τά τε ἄλλα κατηγόρει τοῦ ἀνδρός, ὅσα ὑπατεύων βίᾳ εἰς τοὺς δημάρχους ἔδοξε διαπράξασθαι, καὶ τελευτῶν τὴν ἐπιβουλὴν διεξῄει τὴν ἐφʼ ἑαυτῷ τε καὶ τῇ σπείρᾳ γενομένην ὑπὸ τοῦ στρατηγοῦ· καὶ παρείχετο αὐτῶν μάρτυρας τοὺς ἐπιφανεστάτους τῶν συστρατευσαμένων οὐ δημοτικούς, ἀλλὰ καὶ πατρικίους· ἐν οἷς ἦν νεανίας οὐκ ἀφανὴς οὔτε κατὰ γένους ἀξίωσιν οὔτε κατὰ τὴν ἰδίαν ἀρετὴν καὶ τὰ πολέμια πάνυ ἀγαθός· Σπόριος Οὐεργίνιος ἦν ὄνομα αὐτῷ.
οὗτος ἔφη Μάρκον Ἰκίλλιον, ἑνὸς τῶν ἐκ τῆς Σικκίου σπείρας υἱόν, ἡλικιώτην αὐτοῦ καὶ φίλον ἀπολυθῆναι τῆς ἐξόδου βουληθείς, ὡς ἐπὶ θάνατον ἐξιόντα μετὰ τοῦ πατρός, Αὖλον Οὐεργίνιον τὸν ἑαυτοῦ θεῖον, πρεσβευτὴν τότε συστρατευόμενον, παρακαλέσας ἐλθεῖν ἐπὶ τοὺς ὑπάτους,