Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ πλείστους τʼ αὐτῶν διαφθείρας καὶ λαμπρότατα ἔργα ἀποδειξάμενος Σίκκιος ἦν, ὅς, ἐπειδὴ τέλος ἑώρα τὰ τῶν πολεμίων ἔχοντα σκότους ὄντος ἤδη, τὴν σπεῖραν ἄγων ἐπὶ τὸν κρατηθέντα ὑπὸ σφῶν χάρακα ἀνέστρεφε μεγάλης χαρᾶς καὶ πολλοῦ μεστὸς ὢν αὐχήματος.

οἵ τε περὶ αὐτὸν ἀθῷοι καὶ ἀβλαβεῖς πάντες οὐ μόνον οὐδὲν παθόντες ὧν προσεδόκησαν, ἀλλὰ καὶ δόξαν ἐπιφανεστάτην ἐξενεγκάμενοι, πατέρα καὶ σωτῆρα καὶ θεὸν καὶ πάντα τὰ τιμιώτατα ὀνομάζοντες ἀπλήστως εἶχον ἀσπασμῶν τε τοῦ ἀνδρὸς καὶ τῶν ἄλλων φιλοφρονήσεων ἡδονάς. ἐν δὲ τούτῳ καὶ ἡ ἄλλη τῶν

v.4p.86
Ῥωμαίων φάλαγξ ἅμα τοῖς ὑπάτοις ἀπὸ τῆς διώξεως ἀνέστρεφεν ἐπὶ τὸν ἑαυτῆς χάρακα.

μέσαι τʼ ἤδη νύκτες ἦσαν, καὶ ὁ Σίκκιος μνησικακῶν τοῖς ὑπάτοις τῆς ἐπὶ τὸν θάνατον ἀποστολῆς εἰς νοῦν βάλλεται τὴν δόξαν ἀφελέσθαι τοῦ κατορθώματος. κοινωσάμενος δὲ τοῖς ἀμφʼ αὐτὸν ἣν εἶχε διάνοιαν, ἐπειδὴ πᾶσιν ὀρθῶς ἐφαίνετο, καὶ οὐθεὶς ἦν ὃς οὐκ ἐθαύμαζε τῆς τε φρονήσεως καὶ τῆς τόλμης τὸν ἄνδρα, λαβὼν τὰ ὅπλα καὶ τοὺς ἄλλους κελεύσας ἀναλαβεῖν, πρῶτον μὲν ἀνθρώπους ὅσους ἐν τῷ χάρακι κατέλαβε τῶν Αἰκανῶν καὶ ἵππους καὶ τἆλλα ὑποζύγια κατέκοψεν· ἔπειτα ὑφῆψε τὰς σκηνὰς ὅπλων τε καὶ σίτου καὶ ἐσθῆτος καὶ τῶν εἰς τὸν πόλεμον ἐπιτηδείων γεμούσας τῶν τε ἄλλων χρημάτων, ὧν ἐκ τῆς Τυσκλάνων λείας ἐπήγοντο πολλῶν πάνυ ὄντων.

ὡς δʼ ἅπαντα ὑπὸ τοῦ πυρὸς ἠφάνιστο, περὶ τὸν ὄρθρον ἀπῄει φέρων οὐθὲν ὅτι μὴ τὰ ὅπλα, καὶ διανύσας σπουδῇ τὴν ὁδὸν εἰς Ῥώμην παρῆν. ὡς δʼ ὤφθησαν ἄνθρωποι καθωπλισμένοι παιανίζοντές τε καὶ σπουδῇ χωροῦντες αἵματι πολλῷ πεφυρμένοι, δρόμος ἐγίνετο καὶ πολλὴ προθυμία τῶν βουλομένων ἰδεῖν τʼ αὐτοὺς καὶ τὰ πραχθέντα ἀκοῦσαι.