Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐγένετο μὲν οὖν τις καὶ τότε στάσις ἐναντιουμένων τῇ καταγραφῇ τῶν δημάρχων καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας οὐ συγχωρούντων ποιεῖσθαι κατὰ τῶν ἀπειθούντων· ἔπραξαν δʼ οὐθέν.

v.4p.79
συνελθοῦσα γὰρ ἡ βουλὴ γνώμην ἀπεδείξατο, τοὺς πατρικίους ἐπὶ τὸν πόλεμον ἐξιέναι σὺν τοῖς ἑαυτῶν πελάταις, τῶν δʼ ἄλλων πολιτῶν τοῖς μὲν βουλομένοις μετέχειν τῆς στρατείας ἐπὶ σωτηρίᾳ τῆς πατρίδος γινομένης ὅσια εἶναι τὰ πρὸς θεούς, τοῖς δʼ ἐγκαταλείπουσι τοὺς ὑπάτους τἀναντία.

ὡς δʼ ἀνεγνώσθη τὸ δόγμα τῆς βουλῆς ἐν τῇ ἐκκλησίᾳ, πολλοὶ καὶ τοῦ δήμου τὸν ἀγῶνα ἑκόντες ὑπέμειναν· οἱ μὲν ἐπιεικέστατοι δι’ αἰσχύνην, εἰ μηδὲν ἐπικουρήσουσι πόλει συμμάχῳ διὰ τὴν πρὸς αὐτοὺς εὔνοιαν ἀεί τι πρὸς τῶν ἐχθρῶν βλαπτομένῃ· ἐν οἷς ἦν καὶ ὁ Σίκκιος ἐκεῖνος ὁ κατηγορήσας ἐν τῷ δήμῳ τῶν σφετερισαμένων τὴν δημοσίαν γῆν, σπεῖραν ἐπαγόμενος ὀκτακοσίων ἀνδρῶν, οἳ στρατεύεσθαι μὲν οὐκέτι ὥραν εἶχον, ὥσπερ οὐδʼ ἐκεῖνος, οὐδʼ ἔπιπτον ὑπὸ τὰς ἀνάγκας τῶν νόμων, τιμῶντες δὲ τὸν ἄνδρα διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, ἐξιόντος ἐπὶ τὸν πόλεμον οὐκ ἐδικαίωσαν ἀπολείπεσθαι.

καὶ ἦν τοῦτο τὸ μέρος τῆς ἐξελθούσης τότε δυνάμεως ἐμπειρίᾳ τε ἀγώνων καὶ τῇ παρὰ τὰ δεινὰ εὐτολμίᾳ μακρῷ τοῦ ἄλλου ἄμεινον. οἱ δὲ πολλοὶ χάριτι καὶ παρακλήσει τῶν πρεσβυτάτων ὑπαχθέντες εἵποντο. ἦν δέ τι μέρος, ὃ τῶν ὠφελειῶν ἕνεκα τῶν ἐν ταῖς στρατείαις γινομένων πάντα κίνδυνον ἕτοιμον ἦν ὑπομένειν. καὶ διʼ ὀλίγου χρόνου δύναμις ἐξῆλθε πλήθει τε ἀποχρῶσα καὶ παρασκευαῖς κεχρημένη λαμπροτάταις.

οἱ μὲν οὖν

v.4p.80
πολέμιοι προακούσαντες, ὅτι μέλλουσιν ἐπʼ αὐτοὺς ἐξάγειν Ῥωμαῖοι στρατιάν, ἀπῆγον ἐπʼ οἴκου τὰς δυνάμεις. οἱ δʼ ὕπατοι κατὰ σπουδὴν ἐλαύνοντες καταλαμβάνουσιν ἐστρατοπεδευκότας αὐτοὺς πόλεως Ἀντίου πλησίον ἐν ὑψηλῷ καὶ ἀποτόμῳ χωρίῳ καὶ τίθενται τὴν παρεμβολὴν τῆς ἐκείνων οὐ πρόσω.

τέως μὲν οὖν ἐν ταῖς ἑαυτῶν ἐπέμενον ἀμφότεροι παρεμβολαῖς, ἔπειτα καταφρονήσαντες τῶν Ῥωμαίων Αἰκανοὶ τῆς οὐ προεπιχειρήσεως καὶ πλῆθος οὐχ ἱκανοὺς εἶναι νομίσαντες ἀγοράς τʼ αὐτῶν περιέκοπτον ἐξιόντες καὶ τοὺς ἐπὶ προνομὴν ἀποστελλομένους ἢ χόρτον ἵπποις ἀνεκρούοντο καὶ τοῖς πρὸς ὑδρείαν καταβαίνουσιν αἰφνιδίως ἐπετίθεντο, προὐκαλοῦντό τʼ αὐτοὺς πολλάκις εἰς μάχην.

ταῦθʼ ὁρῶσι τοῖς ὑπάτοις ἐδόκει μηκέτι διατρίβειν τὸν πόλεμον. ἦν δʼ ἐν ἐκείναις ταῖς ἡμέραις ἡ τοῦ πολεμεῖν ἐξουσία Ῥωμιλίῳ προσήκουσα, καὶ ὁ τὸ σύνθημα διδοὺς καὶ εἰς τάξιν καθιστὰς ἄρχειν τε καὶ παύεσθαι μάχης τὸν καιρὸν ταμιεύων ἐκεῖνος ἦν· ὃς ἐπειδὴ τὰ σημεῖα ἐκέλευσεν ἀρθῆναι ἐκ τῆς μάχης καὶ προῆγεν ἐκ τοῦ χάρακος τὸν στρατόν, τοὺς μὲν ἄλλους ἔτασσεν ἱππεῖς τε καὶ τοὺς πεζοὺς κατὰ σπείρας ἐν τοῖς ἐπιτηδείοις ἑκάστους τόποις, τὸν δὲ Σίκκιον καλέσας λέγει·

ἡμεῖς μέν, ὦ Σίκκιε, μαχούμεθα τοῖς πολεμίοις ἐνθάδε, σὺ δʼ ἐν ὅσῳ μέλλομεν ἔτι καὶ

v.4p.81
παρασκευαζόμεθα τὰ πρὸς τὸν ἀγῶνα ἀμφότεροι, χώρει τὴν πλαγίαν ἐκείνην ὁδὸν ἐπὶ τὸ ὄρος, ἔνθα ἡ τῶν πολεμίων ἐστὶ παρεμβολή, καὶ μάχην τίθεσο πρὸς τοὺς ἐν τῷ χάρακι, ἵνʼ ἢ περὶ τῷ φρουρίῳ δείσαντες οἱ πρὸς ἡμᾶς μαχόμενοι καὶ βοηθεῖν προθυμούμενοι νῶτά τε δείξωσι καὶ εὐκατέργαστοι γένωνται, καθάπερ εἰκὸς ἐν ἀναχωρήσει ταχείᾳ, καὶ εἰς μίαν ὁδὸν ἅπαντες βιαζόμενοι, ἢ μένοντες αὐτόθι τὸν χάρακα ἀποβάλωσιν.

οὔτε γὰρ ἡ φυλάττουσα αὐτὸν δύναμις ἀξιόμαχός ἐστιν, ὡς εἰκάσειεν ἄν τις, ἐπὶ τῷ ἐρυμνῷ τοῦ τόπου δοκοῦσα εἶναι πᾶν τὸ ἀσφαλές· ἥ τε ἅμα σοι δύναμις ἀποχρῶσα γένοιτʼ ἄν, ἄνδρες ὀκτακόσιοι πολλῶν ἀθληταὶ πολέμων, τεταραγμένους σκηνοφύλακας ἀπροσδόκητοι προσπεσόντες τῷ τολμηρῷ ἑλεῖν.