Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐὰν δὲ μὴ πείθηται ὁ δῆμος, τοὺς πατρικίους ἅμα τοῖς πελάταις καθοπλισαμένους τῶν τʼ ἄλλων πολιτῶν παραλαβόντας, οἷς ἦν ἑκοῦσι συνάρασθαι τοῦ καλλίστου ὑπὲρ τῆς πατρίδος ἀγῶνος, χωρεῖν προθύμως ἐπὶ τὸν πόλεμον θεούς, ὅσοι φυλάττουσι τὴν Ῥωμαίων πόλιν, ἡγεμόνας τῆς ἐξόδου ποιησαμένους.

συμβήσεσθαι γὰρ αὐτοῖς δυεῖν καλῶν ἔργων καὶ δικαίων θάτερον, ἢ νίκην ἐξενέγκασθαι πασῶν ὧν αὐτοί ποτε ἢ οἱ πατέρες ἐξηνέγκαντο λαμπροτάτην,

v.4p.52
ἢ περὶ τῶν ἐν αὐτῇ καλῶν εὐψύχως ἀγωνιζομένοις ἀποθανεῖν. ταύτης μέντοι τῆς καλῆς πείρας οὔτʼ αὐτὸς ἀπολείψεσθαι ἔφη, ἀλλʼ ἐν ἴσῳ τοῖς κράτιστα ἐρρωμένοις παρὼν ἀγωνιεῖσθαι, οὔτε τῶν ἄλλων τινὰ πρεσβυτέρων, οἷς ἐστιν ἐλευθερίας τε καὶ δόξης ἀγαθῆς λόγος.

ὡς δὲ καὶ τοῖς ἄλλοις ἅπασι ταῦτʼ ἐδόκει, καὶ οὐθεὶς ἦν ὁ τἀναντία ἐρῶν, οἱ μὲν ὕπατοι τὸν δῆμον εἰς ἐκκλησίαν συνεκάλουν. συνελθόντος δʼ ὡς ἐπὶ καινοῖς ἀκούσμασι παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου παρελθὼν ἅτερος τῶν ὑπάτων Γάιος Ὁράτιος ἐπειρᾶτο πείθειν τοὺς δημοτικοὺς ἑκόντας ὑπομεῖναι καὶ ταύτην τὴν στρατείαν. ἀντιλεγόντων δὲ τῶν δημάρχων καὶ τοῦ δήμου προσέχοντος αὐτοῖς τὸν νοῦν παρελθὼν πάλιν ὁ ὕπατος εἶπε·

καλὸν γʼ, ὦ Οὐεργίνιε, καὶ θαυμαστὸν ἔργον ἐξειργάσασθε διασπάσαντες ἀπὸ τῆς βουλῆς τὸν δῆμον· καὶ τὸ μὲν ἐφʼ ὑμῖν εἶναι μέρος πάντʼ ἀπολωλέκαμεν, ὅσα παρὰ τῶν προγόνων παραλαβόντες ἢ τοῖς ἑαυτῶν πόνοις κτησάμενοι κατέσχομεν ἀγαθά.

οὐ μὴν ἡμεῖς γʼ ἀκονιτὶ μεθησόμεθα αὐτῶν, ἀλλʼ ἀναλαβόντες τὰ ὅπλα μετὰ τῶν βουλομένων σώζεσθαι τὴν πατρίδα χωρήσομεν ἐπὶ τὸν ἀγῶνα τὰς ἀγαθὰς προβαλλόμενοι τῶν ἔργων ἐλπίδας· καὶ εἴ τις ἄρα θεὸς ἐπισκοπεῖ τοὺς καλοὺς καὶ δικαίους ἀγῶνας, καὶ ἡ τὴν πόλιν τήνδε

v.4p.53
αὔξουσα ἐκ πολλοῦ τύχη μήπω προλέλοιπεν αὐτήν, κρείττους τῶν ἐχθρῶν ἐσόμεθα· εἰ δέ τις ἄρα ἐνέστηκε δαίμων καὶ ἐναντιοῦται τῇ σωτηρίᾳ τῆς πόλεως, οὔτοι τό γʼ ἐν ἡμῖν εὔνουν καὶ πρόθυμον ἀπολεῖται, ἀλλὰ τὸν ἁπάντων κράτιστον θάνατον αἱρησόμεθα περὶ τῆς πατρίδος.