Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

παραλαβὼν δὲ ὁ Κοίντιος τὴν πόλιν τὰ μὲν ἐπιφανέστατα τῶν λαφύρων εἰς Ῥώμην ἐκέλευσε φέρειν, τὰ δʼ ἄλλα πάντα διελέσθαι κατὰ λόχους ἐπέτρεψε τοῖς τε σὺν αὐτῷ παραγενομένοις στρατιώταις καὶ τοῖς ἅμα Κοιντίῳ τῷ ταμίᾳ προαποσταλεῖσι. τοῖς δὲ μετὰ Μηνυκίου τοῦ ὑπάτου κατακλεισθεῖσιν

v.4p.48
ἐν τῷ χάρακι μεγάλην ἔφη δεδωκέναι δωρεὰν τὰ σώματα αὐτῶν ἐκ θανάτου ῥυσάμενος.

ταῦτα πράξας καὶ τὸν Μηνύκιον ἀποθέσθαι τὴν ἀρχὴν ἀναγκάσας ἀνέστρεψεν εἰς τὴν Ῥώμην καὶ κατήγαγε λαμπρότατον ἁπάντων ἡγεμόνων θρίαμβον, ἐν ἡμέραις ἑκκαίδεκα ταῖς πάσαις, ἀφʼ ἧς παρέλαβε τὴν ἀρχήν, στρατόπεδόν τε σώσας φίλιον καὶ πολεμίων δύναμιν ἀκμάζουσαν καθελὼν πόλιν τε αὐτῶν πορθήσας καὶ φρουρὰν αὐτῆς ὑπολιπὼν τόν τε ἡγεμόνα τοῦ πολέμου καὶ τοὺς ἄλλους ἐπιφανεῖς ἄνδρας ἁλύσει δεδεμένους ἀγαγών.

καὶ ὃ μάλιστα πάντων αὐτοῦ θαυμάζειν ἄξιον, ὅτι τὴν τοσαύτην ἀρχὴν εἰς ἑξάμηνον εἰληφὼς οὐκ ἐχρήσατο παντὶ τῷ νόμῳ, ἀλλὰ συναγαγὼν τὸν δῆμον εἰς ἐκκλησίαν καὶ περὶ τῶν πεπραγμένων λόγον ἀποδοὺς ἐξωμόσατο τὴν ἀρχὴν τῆς τε βουλῆς δεομένης γῆν τε ὅσην ἐβούλετο λαβεῖν ἐκ τῆς δορικτήτου καὶ ἀνδράποδα καὶ χρήματα ἐκ τῶν λαφύρων ἐπανορθῶσαι τὴν πενίαν πλούτῳ δικαίῳ, ὃν ἀπὸ πολεμίων κάλλιστον ἐκτήσατο τοῖς ἰδίοις πόνοις, οὐκ ἠξίωσε, φίλων τε καὶ συγγενῶν δωρεὰς προσφερόντων μεγάλας καὶ ἀντὶ παντὸς ἀγαθοῦ τιθεμένων ἐκεῖνον τὸν ἄνδρα εὖ ποιεῖν, ἐπαινέσας αὐτοὺς τῆς προθυμίας οὐθὲν τῶν διδομένων ἔλαβεν, ἀλλʼ ἀπῆλθε πάλιν εἰς τὸ μικρὸν ἐκεῖνο χωρίον, καὶ τὸν αὐτουργὸν αὐτοῦ ἀντὶ τοῦ βασιλικοῦ μετειλήφει βίον, μεῖζον φρονῶν ἐπὶ πενίᾳ

ἢ ἄλλοι ἐπὶ πλούτῳ. μετʼ οὐ πολὺν δὲ χρόνον καὶ Ναύτιος, ἅτερος τῶν ὑπάτων, νικήσας Σαβίνους ἐκ

v.4p.49
παρατάξεως καὶ τῆς χώρας αὐτῶν πολλὴν καταδραμὼν ἀπῆγεν ἐπʼ οἴκου τὰς δυνάμεις.

μετὰ δὲ τούτους ὀλυμπιὰς μὲν ἦν ὀγδοηκοστὴ καὶ πρώτη, ἣν ἐνίκα στάδιον Πολύμναστος Κυρηναῖος, Ἀθήνησι δὲ ἄρχων Καλλίας, ἐφʼ οὗ τὴν ὕπατον ἀρχὴν ἐν Ῥώμῃ παρέλαβε Γάιος Ὁράτιος καὶ Κόιντος Μηνύκιος. ἐπὶ τούτων Σαβῖνοι πάλιν στρατεύσαντες ἐπὶ Ῥωμαίους πολλὴν τῆς χώρας αὐτῶν ἐδῄωσαν, καὶ ἧκον οἱ φυγόντες ἐκ τῶν ἀγρῶν ἀθρόοι κρατεῖσθαι πάντα ὑπʼ αὐτῶν τὰ μεταξὺ Κρουστομερείας τε καὶ Φιδήνης λέγοντες.

Αἰκανοί τε οἱ νεωστὶ καταπολεμηθέντες ἐν τοῖς ὅπλοις αὖθις ἦσαν· καὶ οἱ μὲν ἀκμαιότατοι αὐτῶν νυκτὸς ἐλάσαντες ἐπὶ Κορβιῶνα πόλιν, ἣν τῷ παρελθόντι ἐνιαυτῷ Ῥωμαίοις παρέδοσαν, τήν τε φρουρὰν τὴν ἐν αὐτῇ κοιμωμένην εὑρόντες κατέσφαξαν πλὴν ὀλίγων, οἳ ἔτυχον ἀφυστεροῦντες, οἱ δὲ λοιποὶ μεγάλῃ χειρὶ στρατεύσαντες ἐπὶ πόλιν Ὀρτῶνα τοῦ Λατίνων ἔθνους ἐξ ἐφόδου καταλαμβάνονται, καὶ ὅσα Ῥωμαίους οὐχ οἷοί τε ἦσαν ἐργάσασθαι, ταῦτα διʼ ὀργὴν τοὺς συμμάχους αὐτῶν διέθεσαν.

τοὺς μὲν γὰρ ἐν ἥβῃ πάντας, πλὴν εἴ τινες διέφυγον εὐθὺς ἁλισκομένης τῆς πόλεως, ἀπέκτειναν, γυναῖκας δὲ καὶ παῖδας αὐτῶν καὶ τὰ γηραιὰ τῶν σωμάτων ἠνδραποδίσαντο, καὶ τῶν χρημάτων ὅσα δύναμις ἦν αὐτοῖς φέρειν συσκευασάμενοι κατὰ σπουδήν,

v.4p.50
πρὶν ἅπαντας ἐπιβοηθῆσαι Λατίνους, ἀνέστρεψαν.

τούτων δὲ ἅμα προσαγγελλομένων ὑπό τε Λατίνων καὶ τῶν ἐκ τῆς φρουρᾶς διασωθέντων ἡ μὲν βουλὴ στρατιὰν ἐκπέμπειν ἐψηφίσατο καὶ τοὺς ὑπάτους ἀμφοτέρους πορεύεσθαι· οἱ δὲ περὶ τὸν Οὐεργίνιον δήμαρχοι πέμπτον ἔτος ἐπὶ τῆς αὐτῆς ὄντες ἐξουσίας ἐκώλυον, ὥσπερ καὶ ἐν τοῖς πρότερον ἐποίουν ἔτεσιν, ἐνιστάμενοι ταῖς στρατολογίαις τῶν ὑπάτων, τὸν ἐντὸς τείχους πρῶτον ἀξιοῦντες καταλυθῆναι πόλεμον ἀποδοθείσης τῷ δήμῳ τῆς περὶ τοῦ νόμου διαγνώσεως, ὃν ὑπὲρ τῆς ἰσηγορίας εἰσέφερον, ὅ τε δῆμος αὐτοῖς συνελάμβανε πολλοὺς κατὰ τῆς βουλῆς καὶ ἐπιφθόνους διεξιοῦσι λόγους.