Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

συνέβη δὲ αὐτῷ πάντων διαμαρτεῖν ὧν ἤλπισεν οὔτε δούλων αὐτομολησάντων πρὸς αὐτὸν οὔτε φυγάδων κατελθόντων οὔτε ἀτίμων καὶ καταχρέων τὸ ἴδιον κέρδος ἀντὶ τοῦ κοινῇ συμφέροντος ἀλλαξαμένων, τῆς τε ἔξωθεν ἐπικουρίας οὐ λαβούσης χρόνον ἱκανὸν εἰς παρασκευὴν τοῦ πολέμου· τρισὶ γὰρ ἢ τέτταρσι ταῖς πρώταις ἡμέραις τέλος εἰλήφει τὰ πράγματα

v.4p.27
μέγα δέος καὶ πολλὴν ταραχὴν Ῥωμαίοις παρασχόντα.

ἐπεὶ γὰρ ἑάλω τὰ φρούρια, κραυγῆς ἄφνω γενομένης καὶ φυγῆς τῶν περὶ ἐκείνους οἰκούντων τοὺς τόπους, ὅσοι μὴ παραχρῆμα ἐσφάγησαν, ἀγνοοῦντες οἱ πολλοὶ τὸ δεινὸν ὅ τι ποτʼ ἦν ἁρπάσαντες τὰ ὅπλα συνέτρεχον, οἱ μὲν ἐπὶ τὰ μετέωρα χωρία τῆς πόλεως, οἱ δʼ εἰς τοὺς ἀναπεπταμένους αὐτῆς τόπους πολλοὺς σφόδρα ὄντας, οἱ δʼ εἰς τὰ παρακείμενα πεδία· ὅσοι δʼ ἡλικίας ἐν τῷ παρηκμακότι ἦσαν καὶ ῥώμης σώματος ἐν τῷ ἀδυνάτῳ, τὰ τέγη τῶν οἰκιῶν κατεῖχον ἅμα γυναιξὶν ὡς ἀπὸ τούτων ἀγωνιούμενοι πρὸς τοὺς εἰσεληλυθότας· ἅπαντα γὰρ αὐτοῖς ἐδόκει μεστὰ εἶναι πολέμου.

ἡμέρας δὲ γενομένης ὡς ἐγνώσθη τὰ κεκρατημένα τῆς πόλεως φρούρια καὶ ὅστις ἦν ὁ κατέχων ἀνὴρ τοὺς τόπους, οἱ μὲν ὕπατοι προελθόντες εἰς τὴν ἀγορὰν ἐκάλουν τοὺς πολίτας ἐπὶ τὰ ὅπλα, οἱ δὲ δήμαρχοι προσκαλεσάμενοι τὸν δῆμον εἰς ἐκκλησίαν ἔλεγον, ὅτι τῷ μὲν συμφέροντι τῆς πόλεως οὐδὲν ἀξιοῦσι πράττειν ἐναντίον, δίκαιον δὲ ὑπολαμβάνουσιν εἶναι τηλικοῦτον ἀγῶνα μέλλοντα τὸν δῆμον ὑπομένειν ἐπὶ ῥητοῖς τισι καὶ διωρισμένοις ἐπὶ τὸ

κινδύνευμα χωρεῖν. εἰ μὲν οὖν, ἔφασαν λέγοντες, ὑπισχνοῦνταί τε ὑμῖν οἱ πατρίκιοι καὶ πίστεις βούλονται δοῦναι τὰς ἐπὶ θεῶν, ὅτι καταλυθέντος τοῦδε τοῦ πολέμου συγχωρήσουσιν ὑμῖν ἀποδεῖξαι νομοθέτας καὶ τὸν λοιπὸν χρόνον ἐν ἰσηγορίᾳ πολιτεύεσθαι, συνελευθερῶμεν αὐτοῖς τὴν πατρίδα· εἰ δὲ οὐθὲν ἀξιοῦσι

v.4p.28
ποιεῖν τῶν μετρίων, τί κινδυνεύομεν καὶ τὰς ψυχὰς ὑπὲρ αὐτῶν προιέμεθα μηθενὸς ἀγαθοῦ μέλλοντες ἀπολαύσεσθαι;