Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
Ῥωμαῖοι δὲ φωνὴν μὲν οὔτʼ ἄκρως βάρβαρον οὔτʼ ἀπηρτισμένως Ἑλλάδα φθέγγονται, μικτὴν δέ τινα ἐξ ἀμφοῖν, ἧς ἐστιν ἡ πλείων Αἰολίς, τοῦτο μόνον ἀπολαύσαντες ἐκ τῶν πολλῶν ἐπιμιξιῶν, τὸ μὴ πᾶσι τοῖς φθόγγοις ὀρθοεπεῖν, τὰ δὲ ἄλλα, ὁπόσα γένους Ἑλληνικοῦ μηνύματʼ ἐστὶν ὡς οὐχ ἕτεροί τινες τῶν ἀποικησάντων διασώζοντες, οὐ νῦν πρῶτον ἀρξάμενοι πρὸς φιλίαν ζῆν, ἡνίκα τὴν τύχην πολλὴν καὶ ἀγαθὴν ῥέουσαν διδάσκαλον ἔχουσι τῶν καλῶν οὐδʼ ἀφʼ οὗ πρῶτον ὠρέχθησαν τῆς διαποντίου τὴν Καρχηδονίων καὶ Μακεδόνων ἀρχὴν καταλύσαντες, ἀλλʼ ἐκ παντὸς οὗ συνῳκίσθησαν χρόνου βίον Ἕλληνα ζῶντες καὶ οὐδὲν ἐκπρεπέστερον ἐπιτηδεύοντες πρὸς ἀρετὴν νῦν ἢ πρότερον.
μυρία δʼ εἰς τοῦτο λέγειν
ἡ Ῥωμαίων πόλις ἵδρυται μὲν ἐν τοῖς ἑσπερίοις μέρεσι τῆς Ἰταλίας περὶ ποταμὸν Τέβεριν, ὃς κατὰ μέσην μάλιστα τὴν ἀκτὴν ἐκδίδωσιν, ἀπέχουσα τῆς Τυρρηνικῆς θαλάττης ἑκατὸν εἴκοσι σταδίους. οἱ δὲ κατασχόντες αὐτὴν πρῶτοι τῶν μνημονευομένων βάρβαροί τινες ἦσαν αὐτόχθονες Σικελοὶ λεγόμενοι πολλά καὶ ἄλλα τῆς Ἰταλίας χωρία κατασχόντες, ὧν οὐκ ὀλίγα διέμεινεν οὐδʼ ἀφανῆ μνημεῖα μέχρι τῶν καθʼ ἡμᾶς χρόνων, ἐν οἷς καὶ τόπων τινῶν ὀνόματα Σικελικὰ λεγόμενα, μηνύοντα τὴν πάλαι ποτὲ αὐτῶν ἐνοίκησιν.
τούτους ἐκβαλόντες Ἀβοριγῖνες αὐτοὶ κατέσχον τὸν τόπον Οἰνώτρων ὄντες ἀπόγονοι τῶν κατοικούντων τὴν ἀπὸ Τάραντος ἄχρι Ποσειδωνίας παράλιον. ἱερά τις αὕτη νεότης καθοσιωθεῖσα θεοῖς κατὰ τὸν ἐπιχώριον νόμον ὑπὸ τῶν πατέρων ἀποσταλῆναι λέγεται χώραν οἰκήσουσα τὴν ὑπὸ τοῦ δαιμονίου σφίσι