Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

κόσμου τῆς πόλεως νεοχμῶσαι εἰκὸς ἦν· ἐπεὶ ἄλλοι γε συχνοὶ ἐν βαρβάροις οἰκοῦντες ὀλίγου χρόνου διελθόντος ἅπαν τὸ Ἑλληνικὸν ἀπέμαθον, ὡς μήτε φωνὴν Ἑλλάδα φθέγγεσθαι μήτε %5ἐπιτηδεύμασιν Ελλήνων

v.1p.151
χρῆσθαι, μήτε θεοὺς τοὺς αὐτοὺς νομίζειν, μήτε νόμους τοὺς ἐπιεικεῖς, ᾧ μάλιστα διαλλάσσει φύσις Ἑλλὰς βαρβάρου, μήτε τῶν ἄλλων συμβολαίων μηδʼ ὁτιοῦν. ἀποχρῶσι δὲ τὸν λόγον τόνδε ὡς ἀληθῆ εἶναι Ἀχαιῶν οἱ περὶ τὸν Πόντον ᾠκημένοι τεκμηριῶσαι, Ἠλείων μὲν ἐκ τοῦ Ἑλληνικωτάτου γενόμενοι, βαρβάρων δὲ συμπάντων τῶν νῦν ὄντες ἀγριώτατοι.

Ῥωμαῖοι δὲ φωνὴν μὲν οὔτʼ ἄκρως βάρβαρον οὔτʼ ἀπηρτισμένως Ἑλλάδα φθέγγονται, μικτὴν δέ τινα ἐξ ἀμφοῖν, ἧς ἐστιν ἡ πλείων Αἰολίς, τοῦτο μόνον ἀπολαύσαντες ἐκ τῶν πολλῶν ἐπιμιξιῶν, τὸ μὴ πᾶσι τοῖς φθόγγοις ὀρθοεπεῖν, τὰ δὲ ἄλλα, ὁπόσα γένους Ἑλληνικοῦ μηνύματʼ ἐστὶν ὡς οὐχ ἕτεροί τινες τῶν ἀποικησάντων διασώζοντες, οὐ νῦν πρῶτον ἀρξάμενοι πρὸς φιλίαν ζῆν, ἡνίκα τὴν τύχην πολλὴν καὶ ἀγαθὴν ῥέουσαν διδάσκαλον ἔχουσι τῶν καλῶν οὐδʼ ἀφʼ οὗ πρῶτον ὠρέχθησαν τῆς διαποντίου τὴν Καρχηδονίων καὶ Μακεδόνων ἀρχὴν καταλύσαντες, ἀλλʼ ἐκ παντὸς οὗ συνῳκίσθησαν χρόνου βίον Ἕλληνα ζῶντες καὶ οὐδὲν ἐκπρεπέστερον ἐπιτηδεύοντες πρὸς ἀρετὴν νῦν ἢ πρότερον.

μυρία δʼ εἰς τοῦτο λέγειν

v.1p.152
ἔχων καὶ πολλοῖς τεκμηρίοις χρῆσθαι δυνάμενος ἀνδρῶν τε μαρτυρίας φέρειν οὐκ ἀξίων ἀπιστεῖσθαι, πάντα ἀναβάλλομαι ταῦτα εἰς τὸν περὶ τῆς πολιτείας αὐτῶν συγγραφησόμενον λόγον. νυνὶ δὲ ἐπὶ τὴν ἑξῆς δἱήγησιν τρέψομαι τὴν ἀνακεφαλαίωσιν τῶν ἐν ταύτῃ δεδηλωμένων τῇ βίβλῳ τῆς ἐχομένης γραφῆς ποιησάμενος ἀρχήν.