Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐπεὶ δὲ ἐν τῷ αὐτῷ ἐγένοντο ἤρετο μὲν τὸν Ῥωμύλον ὁ Ῥῶμος, οὕς2τινας οἰωνοὺς ἴδοι πρότερος, ὁ δὲ ἐν ἀπόρῳ γίνεται ὅ τι ἀποκρίναιτο. ἐν δὲ τούτῳ δώδεκα γῦπες αἴσιοι πετόμενοι ὤφθησαν, οὺς ἰδὼν θαρρεῖ τε καὶ τῷ Ῥώμῳ δείξας λέγει, Τί γὰρ ἀξιοῖς τὰ πάλαι γενόμενα μαθεῖν; τούς2δε γὰρ δή που τοὺς οἰωνοὺς αὐτὸς ὁρᾷς. ὁ δὲ ἀγανακτεῖ τε καὶ δεινὰ ποιεῖται, ὡς διηρτημένος ὑπʼ αὐτοῦ, τῆς τε ἀποικίας οὐ μεθήσεσθαι αὐτῷ φησιν.

ἀνίσταται δὴ ἐκ τούτου μείζων τῆς προτέρας ἔρις ἑκατέρου τὸ πλέον ἔχειν ἀφανῶς δικαιουμένου, τὸ δὲ μὴ μεῖον ἀναφανδὸν ἀπὸ δικαιώσεως τοιᾶς2δε ἐπισυνάπτοντος. εἰρημένον γὰρ ἦν αὐτοῖς ὑπὸ τοῦ μητροπάτορος, ὅτῳ ἂν προτέρῳ κρείττους ὄρνιθες ἐπισημήνωσι, τοῦτον ἄρχειν τῆς ἀποικίας. γένους δὲ ὀρνίθων ἑνὸς ἀμφοῖν ὀφθέντος ὁ μὲν τῷ πρότερος, ὁ δὲ τῷ πλείους ἰδεῖν ἐκρατύνετο. συνελάμβανε δὲ αὐτοῖς τῆς φιλονεικίας καὶ τὸ ἄλλο πλῆθος ἦρξέ τε πολέμου δίχα τῶν ἡγεμόνων ὁπλισθέν, καὶ γίνεται μάχη καρτερὰ καὶ φόνος ἐξ ἀμφοῖν πολύς.

ἐν ταύτῃ

v.1p.147
φασί τινες τῇ μάχη τὸν Φαιστύλον, ὃς ἐξεθρέψατο τοὺς νεανίσκους, διαλῦσαι τὴν ἔριν τῶν ἀδελφῶν βουλόμενον, ὡς οὐδὲν οἷός τʼ ἦν ἀνύσαι, εἰς μέσους ὤσασθαι τοὺς μαχομένους ἄνοπλον θανάτου τοῦ ταχίστου τυχεῖν προθυμούμενον, ὅπερ καὶ ἐγένετο. τινὲς δὲ καὶ τὸν λέοντα τὸν λίθινον, ὃς ἔκειτο τῆς ἀγορᾶς τῆς τῶν Ῥωμαίων ἐν τῷ κρατίστῳ χωρίῳ παρὰ τοῖς ἐμβόλοις, ἐπὶ τῷ σώματι τοῦ Φαιστύλου τεθῆναί φασιν, ἔνθα ἔπεσεν ὑπὸ τῶν εὑρόντων ταφέντος.

ἀποθανόντος δʼ ἐν τῇ μάχῃ Ῥώμου νίκην οἰκτίστην ὁ Ῥωμύλος ἀπό τε τοῦ ἀδελφοῦ καὶ πολιτικῆς ἀλληλοκτονίας ἀνελόμενος τὸν μὲν Ῥῶμον ἐν τῇ Ῥεμορίᾳ θάπτει, ἐπειδὴ καὶ ζῶν τοῦ χωρίου τῆς κτίσεως περιείχετο, αὐτὸς δὲ ὑπὸ λύπης τε καὶ μετανοίας τῶν πεπραγμένων παρεὶς ἑαυτὸν εἰς ἀπόγνωσιν τοῦ βίου τρέπεται. τῆς δὲ Λαυρεντίας, ἣ νεογνοὺς παραλαβοῦσα ἐξεθρέψατο καὶ μητρὸς οὐχ ἧττον ἠσπάζετο, δεομένης καὶ παρηγορούσης, ταύτῃ πειθόμενος ἀνίσταται· συναγαγὼν δὲ τοὺς Λατίνους, ὅσοι μὴ κατὰ τὴν μάχην διεφθάρησαν, ὀλίγῳ πλείους ὄντας τρισχιλίων ἐκ πάνυ πολλοῦ κατʼ ἀρχὰς γενομένου πλήθους, ὅτε τὴν ἀποικίαν ἔστελλε,