Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τὸ χωρίον ἔνθα ἔμελλον ἱδρύσειν τὴν πόλιν οὐ τὸ αὐτὸ ᾑρεῖτο ἑκάτερος. Ῥωμύλου μὲν γὰρ ἦν γνώμη τὸ Παλλάντιον οἰκίζειν τῶν τε ἄλλων ἕνεκα καὶ τῆς τύχης τοῦ τόπου, ἣ τὸ σωθῆναί τε αὐτοῖς καὶ τραφῆναι παρέσχε· Ῥώμῳ δὲ ἐδόκει τὴν καλουμένην νῦν ἀπʼ ἐκείνου Ῥεμορίαν οἰκίζειν. ἔστι δὲ τὸ χωρίον ἐπιτήδειον ὑποδέξασθαι πόλιν λόφος οὐ πρόσω τοῦ Τεβέριος κείμενος, ἀπέχων τῆς Ῥώμης ἀμφὶ τοὺς τριάκοντα σταδίους. ἐκ δὲ τῆς φιλονεικίας ταύτης ἀκοινώνητος εὐθὺς ὑπεδηλοῦτο φιλαρχία. τῷ γὰρ εἴξαντι τὸ κρατῆσαν εἰς πάντα ὁμοίως ἐπιθήσεσθαι ἔμελλεν.

v.1p.145

χρόνου δέ τινος ἐν τούτῳ διαγενομένου, ἐπειδὴ οὐδὲν ἐμειοῦτο τὸ τῆς στάσεως, δόξαν ἀμφοῖν τῷ μητροπάτορι ἐπιτέψαι παρῆσαν εἰς τὴν Ἄλβαν. ὁ δὲ αὐτοῖς ταῦτα ὑποτίθεται· θεοὺς ποιήσασθαι δικαστάς, ὁποτέρου χρὴ τὴν ἀποικίαν λέγεσθαι καὶ τὴν ἡγεμονίαν εἶναι. ταξάμενος δὲ αὐτοῖς ἡμέραν ἐκέλευσεν ἐξ ἑωθινοῦ καθέζεσθαι χωρὶς ἀλλήλων, ἐν αἷς ἑκάτεροι ἀξιοῦσιν ἕδραις· προθύσαντας δὲ τοῖς θεοῖς ἱερὰ τὰ νομιζόμενα φυλάττειν οἰωνοὺς αἰσίους· ὁποτέρῳ δʼ ἂν οἱ ὄρνιθες προτέρῳ κρείττους γένωνται,

τοῦτον ἄρχειν τῆς ἀποικίας. ἀπῄεσαν οἱ νεανίσκοι ταῦτʼ ἐπαινέσαντες καὶ κατὰ τὰ συγκείμενα παρῆσαν ἐν τῇ κυρίᾳ τῆς πράξεως ἡμέρᾳ. ἦν δὲ Ῥωμύλῳ μὲν οἰωνιστήριον, ἔνθα ἠξίου τὴν ἀποικίαν ἱδρῦσαι, τὸ Παλλάντιον, Ῥώμῳ δʼ ὁ προσεχὴς ἐκείνῳ λόφος Αὐεντῖνος καλούμενος, ὡς δέ τινες ἱστοροῦσιν ἡ Ῥεμορία· φυλακή τε ἀμφοῖν παρῆν οὐκ ἐπιτρέψουσα ὅ τι μὴ φανείη λέξειν.