Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τὸν δὲ Φαιστύλον τοῦτον Ἀρκάδα μὲν εἶναί φασι τὸ γένος ἀπὸ τῶν σὺν Εὐάνδρῳ, κατοικεῖν δὲ περὶ τὸ Παλλάντιον ἐπιμέλειαν ἔχοντα τῶν Ἀμολίου κτημάτων. χαρίσασθαι δὲ Νεμέτορι τὴν ἐκτροφὴν τῶν παίδων τἀδελφῷ πειθόμενον ὄνομα Φαυστίνῳ τὰς περὶ τὸν Αὐεντῖνον τρεφομένας τοῦ

Νεμέτορος ἀγέλας ἐπιτροπεύοντι· τήν τε τιθηνησαμένην τὰ παιδία καὶ μαστοὺς ἐπισχοῦσαν οὐ λύκαιναν εἶναί φασιν, ἀλλʼ ὥσπερ εἰκὸς γυναῖκα τῷ Φαιστύλῳ συνοικοῦσαν Λαυρεντίαν ὄνομα, ᾗ δημοσιευούσῃ ποτὲ τὴν τοῦ σώματος ὥραν οἱ περὶ τὸ Παλλάντιον διατρίβοντες ἐπίκλησιν ἔθεντο τὴν Λούπαν· ἔστι δὲ τοῦτο Ἑλληνικόν τε καὶ ἀρχαῖον ἐπὶ ταῖς μισθαρνούσαις τἀφροδίσια τιθέμενον, αἳ νῦν εὐπρεπεστέρᾳ κλήσει ἑταῖραι προσαγορεύονται. ἀγνοοῦντας δέ τινας αὐτὸ πλάσαι τὸν περὶ τῆς λυκαίνης μῦθον, ἐπειδὴ κατὰ

v.1p.142
τὴν γλῶτταν, ἣν τὸ Λατίνων ἔθνος φθέγγεται, λούπα καλεῖται τοῦτο τὸ θηρίον. ἡνίκα δὲ τῆς ἐν τῷ γάλακτι τροφῆς ἀπηλλάγη τὰ παιδία, δοθῆναι πρὸς τῶν τρεφόντων εἰς Γαβίους πόλιν οὐ μακρὰν ἀπὸ τοῦ

Παλλαντίου κειμένην, ὡς Ἑλλάδα παιδείαν ἐκμάθοιεν, κἀκεῖ παρʼ ἀνδράσιν ἰδιοξένοις τοῦ Φαιστύλου τραφῆναι γράμματα καὶ μουσικὴν καὶ χρῆσιν ὅπλων Ἑλληνικῶν ἐκδιδασκομένους μέχρις ἥβης.

ἐπεὶ δὲ ἀφίκοντο πρὸς τοὺς νομιζομένους γονεῖς συμβῆναι τὴν διαφορὰν αὐτοῖς πρὸς τοὺς Νεμέτορος βουκόλους περὶ τῶν συννόμων χωρίων· ἐκ δὲ τούτου πληγὰς αὐτοῖς δόντας ὡς αὐτοὺς ἀπελάσαι τὰς ἀγέλας, ποιῆσαι δὲ ταῦτα τῇ γνώμῃ τοῦ Νεμέτορος, ἵνʼ ἀρχὴ γένοιτο ἐγκλημάτων καὶ ἅμα παρουσίας εἰς τὴν πόλιν τῷ νομευτικῷ