Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὅτι μὲν ἐπʼ ἐμοὶ γέγονας, ὦ Ρ̓ῶμε, παθεῖν ὅ τι ἂν δικαιώσω, καὶ ὡς περὶ πολλοῦ ποιήσαιντʼ ἂν οἱ κομίσαντές σε δεῦρο πολλὰ καὶ δεινὰ παθόντες ἀποθανεῖν, οὐδὲν δεῖ πρὸς εἰδότα λέγειν. εἰ δέ σε θανάτου τε καὶ ἄλλου παντὸς ἐκλυσαίμην κακοῦ, ἆρʼ ἂν εἰδείης μοι χάριν καὶ δεομένῳ ὑπουργήσειας ὃ κοινὸν ἀμφοῖν ἔσται ἀγαθόν;
ἀποκριναμένου δὲ τοῦ μειρακίου ὁπόσα τοὺς ἐν ἀπογνώσει βίου κειμένους ἡ τοῦ σωθήσεσθαι ἐλπὶς τοῖς κυρίοις τούτου λέγειν καὶ ὑπισχνεῖσθαι ἐπαίρει, λῦσαι κελεύσας αὐτὸν ὁ Νεμέτωρ καὶ πάντας ἀπελθεῖν ἐκποδῶν φράζει τὰς αὑτοῦ τύχας, ὡς Ἀμόλιος αὐτὸν ἀδελφὸς ὢν ἀπεστέρησε τῆς βασιλείας ὀρφανόν τε τέκνων ἔθηκε, τὸν μὲν ἐπὶ θήρᾳ
ταῦτʼ εἰπὼν καὶ πολὺν θρῆνον ἅμα τοῖς λόγοις καταχεάμενος ἠξίου τιμωρὸν τοῖς κατʼ οἶκον αὑτοῦ κακοῖς τὸν Ῥῶμον γενέσθαι. ἀσμένως δὲ ὑποδεξαμένου τὸν λόγον τοῦ μειρακίου καὶ παραυτίκα τάττειν αὑτὸν ἐπὶ τὸ ἔργον ἀξιοῦντος ἐπαινέσας ὁ Νεμέτωρ τὴν προθυμίαν, Τῆς μὲν πράξεως ἔφη τὸν καιρὸν ἐγὼ ταμιεύσομαι, σὺ δὲ τέως πρὸς τὸν ἀδελφὸν ἀπόρρητον ἅπασι τοῖς ἄλλοις ἀγγελίαν πέμψον, ὅτι σώζῃ τε δηλῶν καὶ διαταχέων αὐτὸν ἥκειν ἀξιῶν.
ἐκ δὲ τούτου πέμπεταί τις ἐξευρεθείς, ὃς ἐδόκει ὑπηρετήσειν καὶ περιτυχὼν οὐ πρόσω τῆς πόλεως ὄντι Ῥωμύλῳ διασαφεῖ τὰς ἀγγελίας· ὁ δὲ περιχαρὴς γενόμενος ἔρχεται σπουδῇ πρὸς Νεμέτορα καὶ περιπλακεὶς ἀμφοῖν ἀσπάζεται μὲν πρῶτον, ἔπειτα φράζει τὴν ἔκθεσιν σφῶν καὶ τροφὴν καὶ τἆλλα ὅσα παρὰ τοῦ Φαιστύλου ἐπύθετο. τοῖς δὲ βουλομένοις τε καὶ οὐ πολλῶν ἵνα πιστεύσειαν τεκμηρίων δεομένοις καθʼ ἡδονὰς τὸ λεγόμενον ἦν. ἐπεὶ δὲ ἀνέγνωσαν ἀλλήλους αὐτίκα συνετάττοντο καὶ διεσκόπουν ὅστις ἔσται