Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀποχρώντως ἔχουσα φαίνηται. ἡ μὲν οὖν ἱστορία περὶ τοιούτων τε γενήσεται πραγμάτων καὶ τοιούτου τεύξεται σχήματος· ὁ δὲ συντάξας αὐτὴν Διονύσιός εἰμι Ἀλεξάνδρου Ἁλικαρνασεύς· ἄρχομαι δʼ ἐνθένδε.

τὴν ἡγεμόνα γῆς καὶ θαλάσσης ἁπάσης

v.1p.14
πόλιν, ἣν νῦν κατοικοῦσι Ῥωμαῖοι, παλαιότατοι τῶν μνημονευομένων λέγονται κατασχεῖν βάρβαροι Σικελοί, ἔθνος αὐθιγενές· τὰ δὲ πρὸ τούτων οὔθʼ ὡς κατείχετο πρὸς ἑτέρων οὔθʼ ὡς ἔρημος ἦν οὐδεὶς ἔχει βεβαίως εἰπεῖν. χρόνῳ δὲ ὕστερον Ἀβοριγῖνες αὐτὴν παραλαμβάνουσι πολέμῳ μακρῷ τοὺς ἔχοντας ἀφελόμενοι·

οἳ τὸ μὲν πρότερον ἐπὶ τοῖς ὄρεσιν ᾤκουν ἄνευ τειχῶν κωμηδὸν καὶ σποράδες, ἐπεὶ δὲ Πελασγοί τε καὶ τῶν ἄλλων Ἑλλήνων τινὲς ἀναμιχθέντες αὐτοῖς συνήραντο τοῦ πρὸς τοὺς ὁμοτέρμονας πολέμου, τὸ Σικελικὸν γένος ἀπαναστήσαντες ἐξ αὐτῆς πόλεις περιεβάλοντο συχνὰς καὶ παρεσκεύασαν ὑπήκοον αὑτοῖς γενέσθαι πᾶσαν ὅσην ὁρίζουσι ποταμοὶ δύο Λῖρις καὶ Τέβερις· οἳ τὰς μὲν ἀρχὰς λαμβάνουσι τῆς ῥύσεως ἐκ τῆς ὑπωρείας τῶν Ἀπεννίνων ὀρῶν, ὑφʼ ὧν δίχα τέμνεται πᾶσα ἐπὶ μῆκος ἡ Ἰταλία, διαστάντες δὲ κατὰ τὰς ἐκβολὰς ὀκτακόσιά που στάδι᾽ ἀπʼ ἀλλήλων εἰς τὸ Τυρρηνικὸν ἐξερεύγονται πέλαγος, ἀπὸ μὲν τῶν βορείων μερῶν ὁ Τέβερις Ὠστίας πόλεως πλησίον ἐκδιδούς, ἀπὸ δὲ τοῦ μεσημβρινοῦ κλίματος ὁ Λῖρις Μίντουρναν παραμειβόμενος·

Ῥωμαίων δέ εἰσιν αἱ πόλεις ἀμφότεραι ἄποικοι. καὶ διέμειναν ἐπὶ τῆς αὐτῆς οἰκήσεως οὐκέτι πρὸς ἑτέρων ἐξελαθέντες, ὀνομάτων ἀλλαγαῖς διτταῖς οἱ αὐτοὶ ἄνθρωποι

v.1p.15
προσαγορευόμενοι, μέχρι μὲν τοῦ Τρωικοῦ πολέμου τὴν ἀρχαίαν τῶν Ἀβοριγίνων ὀνομασίαν ἔτι σώζοντες, ἐπὶ δὲ Λατίνου βασιλέως, ὃς κατὰ τὸν Ἰλιακὸν πόλεμον ἐδυνάστευε, Λατῖνοι ἀρξάμενοι καλεῖσθαι.