Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

χρόνου δὲ προϊόντος ὡς πολλὴν ζήτησιν ἔγνω τῆς γυναικὸς ὑπὸ τῶν Λατίνων γινομένην καὶ διʼ αἰτίας ὄντα παρὰ τῷ πλήθει τὸν Ἀσκάνιον,

v.1p.113
ὡς ἀνῃρηκότα τὴν παιδίσκην, φράζει τῷ δήμῳ τὸ πρᾶγμα καὶ τὴν ἄνθρωπον ἄγει μετὰ τοῦ παιδὸς ἐκ τῆς νάπης. τύχῃ μὲν δὴ τοιαύτῃ χρησάμενος ὁ Σιλούϊος τὴν εἰρημένην ἔσχεν ὀνομασίαν καὶ τὸ ἐξ ἐκείνου γένος ἅπαν, τὴν δὲ βασιλείαν παρέλαβεν, ἐπειδὴ τὸν ἀδελφὸν αὐτοῦ τελευτῆσαι συνέπεσεν, ἀμφίλογον γενομένην πρὸς ἕνα τὸν πρεσβεύσαντα τῶν Ἀσκανίου παίδων Ἴουλον ἀξιοῦντα τὴν πατρῴαν ἀρχὴν διαδέξασθαι.

τὴν δὲ δίκην ἐπεψήφισεν ὁ δῆμος ἄλλοις τε ὑπαχθεὶς λόγοις καὶ οὐχ ἥκιστα ὅτι μητρὸς ἦν ὁ Σιλούϊος ἐπικλήρου τῆς ἀρχῆς. Ἰούλῳ δὲ ἀντὶ τῆς βασιλείας ἱερά τις ἐξουσία προσετέθη καὶ τιμὴ τῷ τε ἀκινδύνῳ προὔχουσα τῆς μοναρχίας καὶ τῇ ῥαστώνῃ τοῦ βίου, ἣν ἔτι καὶ εἰς ἐμὲ τὸ ἐξ αὐτοῦ γένος ἐκαρποῦτο, Ἰούλιοι κληθέντες ἀπʼ ἐκείνου. ἐγένετο δὲ μέγιστος ἅμα καὶ λαμπρότατος οἴκων οὗτος, ὧν ἡμεῖς ἴσμεν, ἄνδρας τε διαφορωτάτους ἡγεμόνων ἤνεγκεν, οἷς τὸ εὐγενὲς αἱ ἀρεταὶ μὴ ἀπιστεῖσθαι παρέσχον· ὑπὲρ ὧν ἐν ἄλλῳ δηλωθήσεται λόγῳ τὰ προσήκοντα.

Σιλουΐου δʼ ἑνὸς δέοντα τριάκοντα ἔτη κατασχόντος τὴν ἀρχὴν Αἰνείας υἱὸς αὐτοῦ διαδεξάμενος τὴν δυναστείαν ἑνὶ πλείω τριάκοντα ἐτῶν ἐβασίλευσεν. μετὰ δὲ τοῦτον ἓν καὶ πεντήκοντα Λατῖνος ἦρξεν ἔτη. Ἄλβας δὲ μετὰ τοῦτον ἑνὸς δέοντα τετταράκοντα

v.1p.114
ἔτη. μετὰ δὲ Ἄλβαν Κάπετος ἓξ ἐπὶ τοῖς εἴκοσιν. ἔπειτα Κάπυς δυεῖν δέοντα τριάκοντα. μετὰ δὲ Κάπυν Κάλπετος ἄχρι τρισκαίδεκα ἐτῶν κατέσχε τὴν ἀρχήν.

ἑξῆς δὲ Τιβερῖνος ὀκταετῆ χρόνον ἐβασίλευσεν. τελευτῆσαι δʼ οὗτος ἐν μάχῃ παρὰ ποταμῷ γενομένῃ λέγεται· παρενεχθεὶς δὲ ὑπὸ τοῦ ῥεύματος ἐπώνυμον ἑαυτῷ κατέλιπε τὸν ποταμὸν Ἄλβουλαν καλούμενον πρότερον. Τιβερίνου δὲ διάδοχος Ἀγρίππας ἓν καὶ τετταράκοντα ἐβασίλευσεν ἔτη.

μετὰ δὲ Ἀγρίππαν Ἀλλώδιος τυραννικόν τι χρῆμα καὶ θεοῖς ἀπεχθόμενον ἑνὸς δέοντα εἴκοσιν· ᾧ περιφρονοῦντι τὰ δαιμόνια κατεσκεύαστο κεραυνῶν τε μιμήματα καὶ κτύποι βρονταῖς ἐμφερεῖς, οἷς δεδίττεσθαι τοὺς ἀνθρώπους ὡς θεὸς ἠξίου. ὄμβρων δὲ καὶ κεραυνῶν εἰς τὸν οἶκον αὐτοῦ κατασκηψάντων τῆς τε λίμνης, παρʼ ἣν οἰκῶν ἐτύγχανε, πλημμύραν οὐκ εἰωθυῖαν λαβούσης κατακλυσθεὶς πανοίκιος ἀπόλλυται. καὶ νῦν ἔτι διαλαμπούσης τῆς λίμνης ἐν μέρει τινί, ὅταν ὑπονοστήσῃ τὸ νᾶμα καὶ σταθερὸς ὁ βυθὸς γένηται, παστάδων ἐρείπια καὶ ἄλλα οἰκήσεως ἴχνη φαίνεται.

Ἀουεντῖνος δὲ παρὰ τούτου τὴν δυναστείαν διαδεξάμενος, ἀφʼ οὗ τῶν ἑπτὰ λόφων τις ἐπώνυμος ἐγένετο τῶν συμπεπολισμένων τῇ Ῥώμῃ, τριάκοντα καὶ ἑπτὰ ἔτη τὴν ἀρχὴν κατέσχεν. πρόκας δὲ μετὰ τοῦτον ἔτη εἴκοσι

v.1p.115
καὶ τρία. ἔπειτα Ἀμόλιος οὐ σὺν δίκῃ τὴν βασιλείαν κατασχὼν Νεμέτορι προσήκουσαν, ὃς ἦν αὐτῷ πρεσβύτερος ἀδελφός, δύο καὶ τετταράκοντα ἔτη δυναστεύει.