Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὡς ὢν ἐν ἀπορίᾳ χρήματος, ἔπεμψε κήρυκας εἰς τὸ Λαουΐνιον περὶ φιλίας διαλεξομένους, Ἀσκανίου δὲ τοῖς Λατίνοις ταμιεύεσθαι τὴν τύχην συμβουλεύοντος ἄδειαν εὑρόμενος ἀπῆλθεν ὑπόσπονδος μεθʼ ὅσης εἶχε δυνάμεως καὶ τὸν ἀπὸ τοῦδε χρόνον ἅπαντα διαλυσάμενος τὴν ἔχθραν πρὸς τοὺς Λατίνους βέβαιος φίλος ἦν.
τριακοστῷ δὲ ὕστερον ἔτει μετὰ τὴν κτίσιν τοῦ Λαουϊνίου πόλιν ἑτέραν οἰκίζει κατὰ τὸ γενόμενον Αἰνείᾳ θέσφατον Ἀσκάνιος ὁ Αἰνείου καὶ μετάγει τούς τʼ ἐκ Λαουϊνίου καὶ τῶν ἄλλων Λατίνων ὅσοις ἦν βουλομένοις ἄμεινον οἰκεῖν εἰς τὴν νεόκτιστον, ὄνομα τῇ πόλει θέμενος Ἄλβαν. ἔστι δʼ ἡ Ἄλβα καθʼ Ἑλλάδα γλῶσσαν Λευκή, σαφηνισμοῦ δʼ ἕνεκα διορίζεται παρʼ ἑτέραν πόλιν ὁμώνυμον ἐπικλήσει τὸ σχῆμα ἐπικατηγορούσῃ, καί ἐστιν ὥσπερ σύνθετον ἤδη τοὔνομα ἐξ ἀμφοῖν Ἄλβα λόγγα, τοῦτο δʼ ἔστι Λευκὴ μακρά.
νῦν μὲν οὖν ἔρημός ἐστιν· ἐπὶ γὰρ Ὁστιλίου Τύλλου Ῥωμαίων βασιλέως στασιάζειν δόξασα πρὸς τὴν ἀποικίαν περὶ τῆς ἀρχῆς ἀνῃρέθη· τὸ
ὑπόκειται δὲ τῇ πόλει πεδία θαυμαστὰ μὲν ἰδεῖν, πλούσια δὲ καὶ οἴνους καὶ καρποὺς ἐξενεγκεῖν παντοδαποὺς καὶ οὐδὲν ἐνδεεστέρους τῆς ἄλλης Ἰταλίας, μάλιστα δὲ τὸν καλούμενον Ἀλβανὸν οἶνον ἡδὺν καὶ καλόν, ἔξω τοῦ Φαλερίνου λεγομένου τῶν γοῦν ἄλλων ἁπάντων διαφορώτατον.