Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Αἰνείας δὲ κατασκευάσας ἱεροῖς τε καὶ τοῖς ἄλλοις κόσμοις ἀποχρώντως τὴν πόλιν, ὧν τὰ πλεῖστα ἔτι καὶ εἰς ἐμὲ ἦν, τῷ μὲν ἑξῆς ἐνιαυτῷ, τρίτῳ δὲ ἀπὸ τῆς ἐξόδου, Τρώων ἐβασίλευσε μόνων· τῷ δὲ τετάρτῳ τελευτήσαντος Λατίνου καὶ τὴν ἐκείνου βασιλείαν παραλαμβάνει τῆς τε κηδείας οἰκειότητι τῆς πρὸς αὐτὸν ἐπικλήρου τῆς Λαύνας γενομένης μετὰ τὸν Λατίνου θάνατον καὶ τοῦ πρὸς τοὺς ἀστυγείτονας πολέμου τῆς στρατηγίας ἕνεκα.

ἀπέστησαν γὰρ αὖθις ἀπὸ τοῦ Λατίνου Ῥότολοι λαβόντες ἡγεμόνα τῶν αὐτομόλων τινὰ τῆς Λατίνου γυναικὸς

v.1p.103
Ἀμίτας ἀνεψιὸν ὄνομα Τυρρηνόν. ὁ δὲ ἀνὴρ οὗτος ἐπὶ τῷ γάμῳ τῆς Λαύνας τὸν κηδεστὴν μεμφόμενος, ὅτι παρελθὼν τὸ συγγενὲς ὀθνείοις ἐκήδευσε, τῆς τε Ἀμίτας παροξυνούσης καὶ ἄλλων τινῶν συλλαμβανόντων ἄγων τὴν δύναμιν, ἧς αὐτὸς ἦρχε, προστίθεται τοῖς Ῥοτόλοις.

πολέμου δʼ ἐκ τῶν ἐγκλημάτων τούτων γενομένου καὶ μάχης ἰσχυρᾶς Λατῖνός τε ἀποθνήσκει καὶ Τυρρηνὸς καὶ τῶν ἄλλων συχνοί, κρατοῦσι δʼ ὅμως οἱ σὺν Αἰνείᾳ. ἐκ δὲ τούτου τὴν ὑπὸ τῷ κηδεστῇ γενομένην ἀρχὴν Αἰνείας παραλαμβάνει. τρία δὲ βασιλεύσας ἔτη μετὰ τὴν Λατίνου τελευτὴν τῷ τετάρτῳ θνήσκει κατὰ πόλεμον.