Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

πλοΐμων δὲ γενομένων ἄραντες ἀπὸ τῆς νήσου περῶσι τὸ Τυρρηνικὸν πέλαγος καὶ τελευτῶντες εἰς Λωρεντὸν ἀφικνοῦνται τὸν Ἀβοριγίνων αἰγιαλὸν μεσούσης θερείας. λαβόντες δὲ τὸ χωρίον οἰκίζουσιν ἐν αὐτῷ Λαουΐνιον τὸν δεύτερον ἀπὸ τῆς ἁλώσεως ἐκπληρώσαντες ἐνιαυτόν. καὶ περὶ μὲν τούτων ὡς ἔχω δόξης δεδήλωταί μοι.

Αἰνείας δὲ κατασκευάσας ἱεροῖς τε καὶ τοῖς ἄλλοις κόσμοις ἀποχρώντως τὴν πόλιν, ὧν τὰ πλεῖστα ἔτι καὶ εἰς ἐμὲ ἦν, τῷ μὲν ἑξῆς ἐνιαυτῷ, τρίτῳ δὲ ἀπὸ τῆς ἐξόδου, Τρώων ἐβασίλευσε μόνων· τῷ δὲ τετάρτῳ τελευτήσαντος Λατίνου καὶ τὴν ἐκείνου βασιλείαν παραλαμβάνει τῆς τε κηδείας οἰκειότητι τῆς πρὸς αὐτὸν ἐπικλήρου τῆς Λαύνας γενομένης μετὰ τὸν Λατίνου θάνατον καὶ τοῦ πρὸς τοὺς ἀστυγείτονας πολέμου τῆς στρατηγίας ἕνεκα.