Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
διὰ ταύτας μὲν δὴ τὰς αἰτίας ἔδοξέ μοι μὴ παρελθεῖν καλὴν ἱστορίαν ἐγκαταλειφθεῖσαν ὑπὸ τῶν πρεσβυτέρων ἀμνημόνευτον, ἐξ ἧς ἀκριβῶς γραφείσης συμβήσεται τὰ κράτιστα καὶ δικαιότατα τῶν ἔργων· τοῖς μὲν ἐκπεπληρωκόσι τὴν ἑαυτῶν μοῖραν ἀνδράσιν ἀγαθοῖς δόξης αἰωνίου τυχεῖν καὶ πρὸς τῶν ἐπιγιγνομένων ἐπαινεῖσθαι, ἅ ποιεῖ τὴν θνητὴν φύσιν ὁμοιοῦσθαι τῇ θείᾳ καὶ μὴ συναποθνήσκειν αὐτῆς τὰ ἔργα τοῖς σώμασι·
τοῖς δὲ ἀπʼ ἐκείνων τῶν ἰσοθέων ἀνδρῶν νῦν τε οἶσι καὶ ὕστερον ἐσομένοις μὴ τὸν ἥδιστόν τε καὶ ῥᾷστον αἱρεῖσθαι τῶν βίων, ἀλλὰ τὸν εὐγενέστατον καὶ φιλοτιμότατον, ἐνθυμουμένους ὅτι τοὺς εἰληφότας καλὰς τὰς πρώτας ἐκ τοῦ γένους ἀφορμὰς μέγα ἐφʼ ἑαυτοῖς προσήκει φρονεῖν καὶ μηδὲν ἀνάξιον ἐπιτηδεύειν τῶν προγόνων·
ἐμοὶ δὲ, ὃς οὐχὶ κολακείας χάριν ἐπὶ ταύτην
ἀποδεδωκὼς δὲ τὸν ὑπὲρ τῆς προαιρέσεως λόγον ἔτι βούλομαι καὶ περὶ τῶν ἀφορμῶν εἰπεῖν, αἷς ἐχρησάμην ὅτʼ ἔμελλον ἐπιχειρεῖν τῇ γραφῇ· ἴσως γὰρ οἱ προανεγνωκότες Ἱερώνυμον ἢ Τίμαιον ἢ Πολύβιον ἢ τῶν ἄλλων τινὰ συγγραφέων, ὑπὲρ ὧν ἐποιησάμην λόγον ὀλίγῳ πρότερον ὡς ἐπισεσυρκότων τὴν γραφήν, πολλὰ τῶν ὑπʼ ἐμοῦ γραφομένων οὐχ εὑρηκότες παρʼ ἐκείνοις κείμενα σχεδιάζειν υπολήψονταί με καὶ πόθεν ἡ τούτων γνῶσις εἰς ἐμὲ παραγέγονεν ἀξιώσουσι μαθεῖν. ἵνα δὴ μὴ τοιαύτη δόξα παραστῇ τισι περὶ ἐμοῦ, βέλτιον ἀφʼ ὧν ὡρμήθην λόγων τε καὶ
ὑπομνηματισμῶν προειπεῖν. ἐγὼ καταπλεύσας εἰς Ἰταλίαν ἅμα τῷ καταλυθῆναι τὸν ἐμφύλιον πόλεμον ὑπὸ τοῦ Σεβαστοῦ Καίσαρος ἑβδόμης καὶ ὀγδοηκοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος μεσούσης, καὶ τὸν ἐξ ἐκείνου χρόνον ἐτῶν δύο καὶ εἴκοσι μέχρι τοῦ παρόντος γενόμενον ἐν Ῥώμῃ διατρίψας, διάλεκτόν τε τὴν Ῥωμαϊκὴν ἐκμαθὼν καὶ γραμμάτων τῶν ἐπιχωρίων