Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὡς δὲ ταῦτα ὁ Λατῖνος ἤκουσεν ἀπεκρίνατο πρὸς αὐτόν· ἀλλʼ ἔγωγε εὔνοιάν τε πρὸς ἅπαν τὸ Ἑλληνικὸν γένος ἔχω καὶ συμφοραῖς ἀνθρώπων
Αἰνείου δὲ ἐπαινέσαντος τὰ λεγόμενα γίνονται συνθῆκαι τοῖς ἔθνεσιν ἐφʼ ὁρκίων τοιαίδε· Ἀβοριγῖνας μὲν Τρωσὶ δοῦναι χώραν ὅσην ἠξίουν ἀμφὶ τοὺς τετταράκοντα σταδίους πανταχοῦ πορευομένοις ἀπὸ τοῦ λόφου· Τρῶας δὲ Ἀβοριγῖσι τοῦ τʼ ἐν χερσὶ πολέμου συλλαβέσθαι καὶ ὅπου ἂν ἄλλῃ παρακαλῶνται συστρατεύειν· κοινῇ δὲ ἀμφοτέρους τὰ κράτιστα ὑπὲρ ἀλλήλων πράττειν καὶ χειρὶ καὶ γνώμῃ.
συνθέμενοι δὲ ταῦτα καὶ τέκνων ὁμηρείαις τὰς πίστεις βεβαιώσαντες κοινῇ στρατεύουσιν ἐπὶ τὰς πόλεις τῶν Ῥοτόλων· διʼ ὀλίγου δὲ τἀκεῖ πάντα χειρωσάμενοι παρῆσαν ἐπὶ τὸ πόλισμα τὸ Τρωικὸν ἡμιτελὲς ἔτʼ ὂν καὶ μιᾷ προθυμίᾳ πάντες χρώμενοι τειχίζουσιν αὐτό.
ὄνομα δὲ τῷ κτίσματι Αἰνείας τίθεται Λαουΐνιον, ὡς μὲν αὐτοὶ Ῥωμαῖοι λέγουσιν ἀπὸ τῆς Λατίνου θυγατρός, ᾗ Λαῦναν εἶναί φασι τοὔνομα· ὡς δʼ ἄλλοι