Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταύταις ἀπιούσαις συνεκπλεῖ μειράκιόν τι τῶν ἐπιφανῶν κρατούμενον ἔρωτι τῆς ἑτέρας καὶ γαμεῖ τὴν παιδίσκην ἀχθεῖσαν εἰς Σικελίαν, καὶ γίνεται αὐτοῖς παῖς ἐν Σικελοῖς διατρίβουσιν Αἴγεστος ὄνομα· ὃς ἤθη καὶ γλῶσσαν τῶν ἐπιχωρίων ἐκμαθών, ἐπειδὴ τοὺς γονεῖς αὐτῷ τελευτῆσαι συνέβη, βασιλεύοντος ἐν Τροίᾳ Πριάμου κάθοδον αὑτῷ δοθῆναι διαπράττεται, καὶ συνδιενέγκας τὸν πρὸς τοὺς Ἀχαιοὺς πόλεμον ἁλισκομένης τῆς πόλεως ἀπέπλει πάλιν εἰς Σικελίαν σὺν Ἐλύμῳ ποιησάμενος τὴν φυγὴν ἐν τρισὶ

v.1p.84
ναυσὶν, ἃς Ἀχιλλεὺς ἔχων ὅτε τὰς Τρωάδας ἐληίζετο πόλεις ἕρμασιν ὑφάλοις περιπεσούσας ἀπέβαλεν.

ἐντυχὼν δὴ τοῖς εἰρημένοις Αἰνείας ἀνδράσι φιλοφρονεῖταί τε αὐτοὺς καὶ κατασκευάζεται αὐτοῖς πόλεις Αἴγεσταν καὶ Ἔλυμα καί τινα καὶ μοῖραν τῆς ἑαυτοῦ στρατιᾶς ἐν τοῖς πολίσμασιν ὑπολείπεται, ὡς μὲν ἐγὼ εἰκάζω γνώμῃ ἑκουσίῳ χρησάμενος, ἵνα τοῖς ὑπὸ καμάτων βαρυνομένοις ἢ καὶ ἄλλως θαλάττῃ ἀχθομένοις ἀναπαύσεις γίνοιντο ἀσφαλεῖς καὶ καταγωγαί, ὡς δέ τινες γράφουσι τοῦ ναυτικοῦ μειωθέντος αὐτῷ διὰ τὴν ἔμπρησιν, ἣν ἐποιήσαντο τῶν γυναικῶν τινες ἀχθόμεναι τῇ πλάνῃ, τὸν οὐκέτι δυνάμενον συμπλεῖν ὄχλον ἐκ τῶν κατακεκαυμένων νεῶν ἀνάγκῃ καταλιπών.

τεκμήρια δὲ τῆς εἰς Σικελοὺς Αἰνείου τε καὶ Τρώων ἀφίξεως πολλὰ μὲν καὶ ἄλλα, περιφανέστατα δὲ τῆς Αἰνειάδος Ἀφροδίτης ὁ βωμὸς ἐπὶ τῇ κορυφῇ τοῦ Ἐλύμου ἱδρυμένος καὶ ἱερὸν Αἰνείου ἱδρυμένον ἐν Αἰγέστῃ, τὸν μὲν αὐτοῦ κατασκευάσαντος Αἰνείου τῇ μητρί, τὸ δὲ ἱερὸν τῶν ὑπολειφθέντων ἀπὸ τοῦ στόλου τῇ μνήμῃ τοῦ σώσαντος σφᾶς ἀνάθημα ποιησαμένων. τὸ μὲν δὴ σὺν Ἐλύμῳ καὶ Αἰγέστῳ Τρωικὸν ἐν τούτοις κατέμεινε τοῖς χωρίοις,

v.1p.85
καὶ διετέλεσαν Ἔλυμοι καλούμενοι. προεῖχε γὰρ κατὰ τὴν ἀξίωσιν Ἔλυμος ἀπὸ τοῦ βασιλικοῦ γένους ὢν,

ἀφʼ οὗ τὴν κλῆσιν οἱ σύμπαντες ἔλαβον. οἱ δὲ σὺν τῷ Αἰνείᾳ πλέοντες ἀπὸ Σικελίας διὰ τοῦ Τυρρηνικοῦ πελάγους πρῶτον μὲν ὡρμίσαντο τῆς Ἰταλίας κατὰ λιμένα τὸν Παλίνουρον, ὃς ἀφʼ ἑνὸς τῶν Αἰνείου κυβερνητῶν τελευτήσαντος αὐτόθι ταύτης τυχεῖν λέγεται τῆς ὀνομασίας. ἔπειτα νήσῳ προσέσχον, ᾗ τοὔνομα ἔθεντο Λευκασίαν ἀπὸ γυναικὸς ἀνεψιᾶς Αἰνείου περὶ τόνδε τὸν τόπον ἀποθανούσης.

ἐκεῖθεν δὲ κατάραντες εἰς λιμένα βαθὺν καὶ καλὸν ἐν Ὀπικοῖς, τελευτήσαντος καὶ αὐτόθι Μισηνοῦ τῶν ἐπιφανῶν τινος, ἀπʼ ἐκείνου τὸν λιμένα ὠνόμασαν, νήσῳ τε Προχύτῃ καὶ ἀκρωτηρίῳ Καιήτῃ τύχῃ προσορμισάμενοι κατὰ ταὐτὰ τίθενται τὰς ἐπικλήσεις τοῖς τόποις, γυναικῶν ἀποθανουσῶν βουλόμενοι μνημεῖα ποιῆσαι τὰ χωρία. τούτων δὲ ἡ μὲν συγγενὴς Αἰνείου λέγεται γενέσθαι, ἡ δὲ τροφός. τελευτῶντες δὲ ἀφικνοῦνται τῆς Ἰταλίας εἰς Λωρεντόν, ἔνθα τῆς πλάνης παυσάμενοι χάρακα ἔθεντο, καὶ τὸ χωρίον ἐν ᾧ κατεστρατοπεδεύσαντο ἐξ ἐκείνου Τροία καλεῖται, ἀπέχει δὲ τῆς θαλάττης ἀμφὶ τοὺς τέτταρας σταδίους.