Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
γενόμενοι δὲ κατὰ Σικελίαν, εἴτε γνώμῃ χρησάμενοι τῇδε ὁρμίσασθαι εἴτε καὶ ὑπʼ ἀνέμων πονηρῶν βιασθέντες, ἃ δὴ φιλεῖ περὶ τὴν θάλατταν τήνδε γίνεσθαι, κατάγονται τῆς νήσου περὶ τὰ καλούμενα Δρέπανα· ἔνθα περιτυγχάνουσι τοῖς σὺν Ἐλύμῳ
τοιόνδε τι πάθος. τῶν προγόνων αὐτοῦ τις ἀνὴρ ἐπιφανὴς ἐκ τοῦ Τρωικοῦ γένους ὢν Λαομέδοντι διάφορος γίνεται, καὶ αὐτὸν ὁ βασιλεὺς ἐπʼ αἰτίᾳ δή τινι λαβὼν κτείνει καὶ γένος αὐτοῦ τὸ ἄρρεν ἅπαν, ὑπὸ δέους μή τι πρὸς αὐτῶν πάθῃ· τὰς δὲ θυγατέρας παρθένους ἔτι οὔσας ἀποκτεῖναι μὲν οὐκ εὐπρεπὲς ἐνόμισε, Τρωσὶ δὲ συνοικούσας περιιδεῖν οὐκ ἀσφαλές, δίδωσι δʼ αὐτὰς ἐμπόροις ὡς προσωτάτω κελεύσας ἀπάγειν.
ταύταις ἀπιούσαις συνεκπλεῖ μειράκιόν τι τῶν ἐπιφανῶν κρατούμενον ἔρωτι τῆς ἑτέρας καὶ γαμεῖ τὴν παιδίσκην ἀχθεῖσαν εἰς Σικελίαν, καὶ γίνεται αὐτοῖς παῖς ἐν Σικελοῖς διατρίβουσιν Αἴγεστος ὄνομα· ὃς ἤθη καὶ γλῶσσαν τῶν ἐπιχωρίων ἐκμαθών, ἐπειδὴ τοὺς γονεῖς αὐτῷ τελευτῆσαι συνέβη, βασιλεύοντος ἐν Τροίᾳ Πριάμου κάθοδον αὑτῷ δοθῆναι διαπράττεται, καὶ συνδιενέγκας τὸν πρὸς τοὺς Ἀχαιοὺς πόλεμον ἁλισκομένης τῆς πόλεως ἀπέπλει πάλιν εἰς Σικελίαν σὺν Ἐλύμῳ ποιησάμενος τὴν φυγὴν ἐν τρισὶ