Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τῆς δʼ εἰς Ἰταλίαν Αἰνείου καὶ Τρώων ἀφίξεως Ῥωμαῖοί τε πάντες βεβαιωταὶ καὶ τὰ δρώμενα ὑπʼ αὐτῶν ἔν τε θυσίαις καὶ ἑορταῖς μηνύματα, Σιβύλλης τε λόγια καὶ χρησμοὶ Πυθικοὶ καὶ ἄλλα πολλά, ὧν οὐκ ἄν τις ὡς εὐπρεπείας ἕνεκα συγκειμένων ὑπερίδοι. πολλὰ δὲ καὶ παρʼ Ἕλλησι γνωρίσματα καὶ φανερὰ εἰς τόδε χρόνου περιλείπεται, ἔνθα ὡρμίσαντο καὶ παρʼ οἷς διατριβὴν ἀπλοίας ἕνεκεν ἐποιήσαντο· ὧν ἐγὼ μνήμην ὡς ἂν οἷός τε ὦ πολλῶν ὄντων βραχυτάτην ποιήσομαι.

πρῶτον μὲν εἰς Θρᾴκην ἀφικόμενοι κατὰ τὴν χερρόνησον, ἣ καλεῖται Παλλήνη, ωρμίσαντο. εἶχον δὲ αὐτὴν ὥσπερ ἔφην βάρβαροι Κρουσαῖοι καλούμενοι καὶ παρέσχον αὐτοῖς τὰς καταγωγὰς ἀσφαλεῖς.

v.1p.79
μείναντες δὲ τὴν χειμερινὴν ὥραν αὐτόθι νεὼν Ἀφροδίτης ἱδρύσαντο ἐπὶ τῶν ἀκρωτηρίων ἑνὸς καὶ πόλιν Αἴνειαν ἔκτισαν, ἐν ᾗ τούς τε ὑπὸ καμάτων ἀδυνάτους πλεῖν καὶ ὅσοις αὐτοῦ μένειν βουλομένοις ἦν, ὡς ἐν οἰκείᾳ γῇ τὸ λοιπὸν ἐσομένους, ὑπελίποντο. αὕτη διέμεινεν ἕως τῆς Μακεδόνων δυναστείας τῆς κατὰ τοὺς διαδόχους τοὺς Ἀλεξάνδρου γενομένης· ἐπὶ δὲ τῆς Κασάνδρου βασιλείας καθῃρέθη, ὅτε Θεσσαλονίκη πόλις ἐκτίζετο, καὶ οἱ Αἰνεᾶται σὺν ἄλλοις πολλοῖς εἰς τὴν νεόκτιστον μετῴκησαν.

ἐκ δὲ τῆς Παλλήνης ἄραντες οἱ Τρῶες εἰς Δῆλον ἀφικνοῦνται βασιλεύοντος αὐτῆς Ἀνίου· καὶ ἦν πολλὰ σημεῖα ἐν Δήλῳ τῆς Αἰνείου τε καὶ Τρώων παρουσίας, ἕως ἤνθει τε καὶ ᾤκισθʼ ἡ νῆσος. ἔπειτα εἰς Κύθηρα νῆσον ἑτέραν, ἣ πρόκειται Πελοποννήσου,

παραγενόμενοι ἱερὸν Ἀφροδίτης ἱδρύονται. ἀπὸ δὲ Κυθήρων ποιούμενοι τὸν πλοῦν οὐ πρόσω τῆς Πελοποννήσου τελευτήσαντα τῶν ἑταίρων τινὰ τῶν Αἰνείου Κίναιθον ἐπὶ τῶν ἀκρωτηρίων τινὸς θάπτουσιν, ὃ νῦν ἀπʼ ἐκείνου Κιναίθιον καλεῖται· καὶ τὴν πρὸς Ἀρκάδας συγγένειαν ἀνανεωσάμενοι, περὶ ἧς ἐν ὑστέρῳ λόγῳ διηγήσομαι, χρόνον τε ὀλίγον περὶ ταῦτα τὰ χωρία διατρίψαντες καὶ ὑπολιπόμενοί τινας σφῶν αὐτῶν εἰς Ζάκυνθον ἀφικνοῦνται.

δεξαμένων δʼ αὐτοὺς καὶ τῶν Ζακυνθίων πρὸς φιλίαν διὰ τὸ

v.1p.80
συγγενές· Δαρδάνῳ γὰρ τῷ Διὸς καὶ Ἠλέκτρας τῆς Ἀτλαντίδος δύο γενέσθαι φασὶν ἐκ Βατείας παῖδας, Ζάκυνθόν τε καὶ Ἐριχθόνιον, ὧν ὁ μὲν Αἰνείου πρόγονος ἦν, Ζάκυνθος δὲ τῆς νήσου κτίστης· ταύτης τε δὴ τῆς συγγενείας ἀναμνήσει καὶ φιλοφροσύνῃ τῶν ἐπιχωρίων διατρίβοντες αὐτόθι καὶ ἅμα ἀπλοίᾳ κατειργόμενοι θύουσιν Ἀφροδίτῃ πρὸς τῷ κατασκευασθέντι ἱερῷ θυσίαν, ἣν εἰς τόδε χρόνου συντελοῦσι κοινῇ Ζακύνθιοι, καὶ ἀγῶνα ποιοῦσιν ἐφήβοις τῶν τε ἄλλων ἀγωνισμάτων καὶ δρόμου· τὸ δὲ νικητήριον ὁ πρῶτος ἐλθὼν εἰς τὸν νεὼν λαμβάνει· λέγεται δὲ Αἰνείου καὶ Ἀφροδίτης ὁ δρόμος, καὶ

ξόανα τούτων ἕστηκεν ἀμφοτέρων. ἐκεῖθεν δὲ πελάγιον ποιησάμενοι τὸν πλοῦν εἰς Λευκάδα κατάγονται, κατεχόντων ἔτι τὸ χωρίον Ἀκαρνάνων. κἀν ταύτῃ πάλιν ἱερὸν Ἀφροδίτης ἱδρύονται τοῦτο, ὃ νῦν ἐστιν ἐν τῇ νησῖδι τῇ μεταξὺ τοῦ Διορύκτου τε καὶ τῆς πόλεως, καλεῖται δὲ Ἀφροδίτης Αἰνειάδος. ἄραντες δὲ αὐτόθεν ἐπί τε Ἄκτιον ἐλθόντες ὁρμίζονται τοῦ Ἀμβρακικοῦ κόλπου πρὸς τὸ ἀκρωτήριον. κἀκεῖθεν εἰς Ἀμβρακίαν ἀφικνοῦνται πόλιν, ἧς ἐβασίλευεν Ἄμβραξ ὁ Δεξαμενοῦ τοῦ Ἡρακλέους, καὶ ὑπολείπονται ἑκατέρωθι μνημεῖα τῆς ἀφίξεως· ἐν Ἀκτίῳ μὲν Ἀφροδίτης Αἰνειάδος ἱερὸν καὶ πλησίον αὐτοῦ θεῶν μεγάλων, ἃ καὶ εἰς ἐμὲ ἦν· ἐν δὲ Ἀμβρακίᾳ ἱερόν τε τῆς αὐτῆς θεοῦ καὶ ἡρῶον Αἰνείου πλησίον τοῦ μικροῦ θεάτρου, ἐν ᾧ καὶ ξόανον μικρὸν ἀρχαϊκὸν Αἰνείου

v.1p.81
λεγόμενον, καὶ αὐτὸ θυσίαις ἐγέραιρον αἱ καλούμεναι παρʼ αὐτοῖς ἀμφίπολοι.