Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τῆς δʼ εἰς Ἰταλίαν Αἰνείου καὶ Τρώων ἀφίξεως Ῥωμαῖοί τε πάντες βεβαιωταὶ καὶ τὰ δρώμενα ὑπʼ αὐτῶν ἔν τε θυσίαις καὶ ἑορταῖς μηνύματα, Σιβύλλης τε λόγια καὶ χρησμοὶ Πυθικοὶ καὶ ἄλλα πολλά, ὧν οὐκ ἄν τις ὡς εὐπρεπείας ἕνεκα συγκειμένων ὑπερίδοι. πολλὰ δὲ καὶ παρʼ Ἕλλησι γνωρίσματα καὶ φανερὰ εἰς τόδε χρόνου περιλείπεται, ἔνθα ὡρμίσαντο καὶ παρʼ οἷς διατριβὴν ἀπλοίας ἕνεκεν ἐποιήσαντο· ὧν ἐγὼ μνήμην ὡς ἂν οἷός τε ὦ πολλῶν ὄντων βραχυτάτην ποιήσομαι.
πρῶτον μὲν εἰς Θρᾴκην ἀφικόμενοι κατὰ τὴν χερρόνησον, ἣ καλεῖται Παλλήνη, ωρμίσαντο. εἶχον δὲ αὐτὴν ὥσπερ ἔφην βάρβαροι Κρουσαῖοι καλούμενοι καὶ παρέσχον αὐτοῖς τὰς καταγωγὰς ἀσφαλεῖς.
ἐκ δὲ τῆς Παλλήνης ἄραντες οἱ Τρῶες εἰς Δῆλον ἀφικνοῦνται βασιλεύοντος αὐτῆς Ἀνίου· καὶ ἦν πολλὰ σημεῖα ἐν Δήλῳ τῆς Αἰνείου τε καὶ Τρώων παρουσίας, ἕως ἤνθει τε καὶ ᾤκισθʼ ἡ νῆσος. ἔπειτα εἰς Κύθηρα νῆσον ἑτέραν, ἣ πρόκειται Πελοποννήσου,