Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
Πάλλαντα μὲν οὖν πρὶν ἡβῆσαι λέγουσιν ἀποθανεῖν, Λατῖνον δὲ ἀνδρωθέντα τὴν Ἀβοριγίνων ἀρχὴν παραλαβεῖν. τούτου δὲ ἄπαιδος ἀρρένων παίδων τελευτήσαντος ἐν τῇ πρὸς τοὺς ὁμόρους Ῥοτόλους μάχῃ περιστῆναι τὴν ἀρχὴν εἰς Αἰνείαν τὸν Ἀγχίσου κηδεστὴν αὐτοῦ γενόμενον. ἀλλὰ ταῦτα μὲν ἐν ἑτέροις χρόνοις ἐγένετο.
Ἡρακλῆς δʼ ἐπεὶ τά τε κατὰ τὴν Ἰταλίαν ἅπαντα ὡς ἐβούλετο κατεστήσατο καὶ ὁ ναυτικὸς αὐτῷ στρατὸς σῶος ἐξ Ἰβηρίας ἀφίκετο, θύσας τοῖς θεοῖς τὰς δεκάτας τῶν λαφύρων καὶ πολίχνην ἐπώνυμον αὑτοῦ κτίσας, ἔνθα ὁ στόλος αὐτῷ ἐναυλόχει,
τυχὼν ἀπῆρεν εἰς Σικελίαν. οἱ δὲ καταλειφθέντες ὑπʼ αὐτοῦ φρουροὶ καὶ οἰκήτορες Ἰταλίας οἱ περὶ τὸν Σατόρνιον ὄχθον ἱδρυμένοι τέως μὲν ἐπολιτεύοντο καθʼ ἑαυτοὺς, χρόνῳ δʼ ὕστερον οὐ μακρῷ δίαιτάν τε καὶ νόμους καὶ θεῶν ἱερὰ συνενεγκάμενοι τὰ σφέτερα τοῖς Ἀβοριγίνων ὥσπερ Ἀρκάδες καὶ ἔτι πρότερον Πελασγοὶ πόλεώς τε τῆς αὐτῆς τοῖς Ἀβοριγῖσι κοινωνήσαντες συνέβησαν ὁμοεθνεῖς νομίζεσθαι. Ἡρακλέους μὲν δὴ στρατείας πέρι καὶ Πελοποννησίων ὑπομονῆς ἐν Ἰταλίᾳ, τοσαῦτα εἰρήσθω.
δευτέρᾳ δʼ ὕστερον γενεᾷ μετὰ τὴν Ἡρακλέους ἄπαρσιν, ἔτει δὲ πέμπτῳ καὶ πεντηκοστῷ μάλιστα, ὡς αὐτοὶ Ῥωμαῖοι λέγουσι, βασιλεὺς μὲν Ἀβοριγίνων ἦν Λατῖνος ὁ Φαύνου, γόνος δὲ Ἡρακλέους, πέμπτον δὲ καὶ τριακοστὸν ἔτος ἔχων τὴν ἀρχήν.