Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

χωρὶς γὰρ τῶν ἄλλων βαρβάρων τὸ Λιγύων γένος πολὺ καὶ μάχιμον, ἐπὶ ταῖς παρόδοις τῶν Ἀλπείων ὀρῶν ἱδρυμένον, ἀποκωλύειν ὅπλοις τὰς εἰς2βολὰς αὐτοῦ τὰς εἰς Ἰταλίαν ἐπεχείρησεν, ἔνθα μέγιστος ἀγὼν τοῖς Ἕλλησιν ἐγένετο πάντων αὐτοὺς ἐπιλειπόντων ἐν τῇ μάχῃ τῶν βελῶν. δηλοῖ δὲ τὸν πόλεμον τόνδε τῶν ἀρχαίων ποιητῶν Αἰσχύλος ἐν Προμηθεῖ λυομένῳ. πεποίηται γὰρ αὐτῷ ὁ Προμηθεὺς Ἡρακλεῖ τά τε ἄλλα προλέγων, ὡς ἕκαστον αὐτῷ τι συμβήσεσθαι ἔμελλε κατὰ τὴν ἐπὶ Γηρυόνην στρατείαν, καὶ δὴ καὶ περὶ τοῦ Λιγυστικοῦ πολέμου ὡς οὐ ῥᾴδιος ὁ ἀγὼν ἔσται διηγούμενος. τὰ δὲ ποιήματα ὧδʼ ἔχει·

ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατὸν, ἔνθʼ οὐ μάχης, σάφʼ οἶδα, καὶ θοῦρός περ ὢν μέμψει. πέπρωται γάρ σε καὶ βέλη λιπεῖν.

ἐπειδὴ δὲ τούτους καταστρεψάμενος τῶν παρόδων ἐκράτησεν, οἱ μέν τινες ἑκούσιοι παρεδίδοσαν αὐτῷ τὰς πόλεις, μάλιστα δὲ ὅσοι ἀπὸ τοῦ Ἑλληνικοῦ γένους ἦσαν ἢ δυνάμεις οὐκ εἶχον ἀξιοχρέους, οἱ δὲ πλείους ἐκ πολέμου καὶ πολιορκίας παρίσταντο.

ἐν δὴ τούτοις τοῖς μάχῃ κρατηθεῖσι καὶ τὸν ὑπὸ Ῥωμαίων μυθολογούμενον Κάκον, δυνάστην τινὰ κομιδῇ βάρβαρον καὶ ἀνθρώπων ἀνημέρων ἄρχοντα, γενέσθαι φασὶν αὐτῷ διάφορον, ἐρυμνοῖς χωρίοις ἐπικαθήμενον καὶ διὰ ταῦτα τοῖς πλησιοχώροις ὄντα λυπηρόν.

v.1p.68
ὃς ἐπειδὴ καταστρατοπεδεύσαντα τὸν Ἡρακλέα ἔμαθεν ἐν τῷ προσεχεῖ πεδίῳ, λῃστρικῶς διασκευασάμενος ἐπιδρομῇ αἰφνιδίῳ ἐχρήσατο κατακοιμωμένου τοῦ στρατοῦ καὶ τῆς λείας ὅσῃ ἐπέτυχεν ἀφυλάκτῳ

περιβαλόμενος ἀπήλασεν. ὕστερον δὲ κατακλεισθεὶς ὑπὸ τῶν Ἑλλήνων εἰς πολιορκίαν, τά τε φρούρια κατὰ κράτος ἁλόντʼ ἐπεῖδε καὶ αὐτὸς ἐν τοῖς ἐρύμασιν ἀνῃρέθη. τῶν δὲ φρουρίων αὐτοῦ κατασκαφέντων τὰ πέριξ χωρία οἱ συνεξελθόντες Ἡρακλεῖ κατὰ σφᾶς ἕτεροι παρέλαβον Ἀρκάδες τέ τινες οἱ σὺν Εὐάνδρῳ καὶ Φαῦνος ὁ τῶν Ἀβοριγίνων βασιλεύς. εἰκάσειε δʼ ἄν τις καὶ τοὺς ὑπομείναντας αὐτόθι τῶν Ἑλλήνων Ἐπειοὺς καὶ τοὺς ἐκ Φενεοῦ Ἀρκάδας καὶ Τρῶας ἐπὶ