Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

εἶναι δὲ τοὺς μαθόντας τότε τὴν Ἑλληνικὴν ἱερουργίαν Ποτιτίους τε καὶ Πιναρίους, ἀφʼ ὧν τὰ γένη διαμεῖναι μέχρι πολλοῦ τὴν ἐπιμέλειαν ποιούμενα τῶν θυσιῶν, ὡς ἐκεῖνος κατεστήσατο, Ποτιτίων μὲν ἡγουμένων τῆς ἱερουργίας καὶ τῶν ἐμπύρων ἀπαρχομένων, Πιναρίων δὲ σπλάγχνων τε μετουσίας εἰργομένων καὶ ὅσα ἄλλα ἐχρῆν ὑπʼ ἀμφοῖν γίνεσθαι τὴν δευτέραν τιμὴν ἐχόντων. ταύτην δὲ αὐτοῖς προστεθῆναι τὴν ἀτιμίαν ὀψίμου τῆς παρουσίας ἕνεκα, ἐπειδὴ ἕωθεν αὐτοῖς κελευσθὲν ἥκειν ἐσπλαγχνευμένων ἤδη τῶν ἱερῶν ἀφίκοντο.

νῦν μέντοι οὐκέτι τοῖς γένεσι τούτοις ἡ περὶ τὰς ἱερουργίας ἐπιμέλεια ἀνάκειται, ἀλλὰ παῖδες ἐκ τοῦ δημοσίου ὠνητοὶ δρῶσιν

v.1p.65
αὐτάς. διʼ ἃς δὲ αἰτίας τὸ ἔθος μετέπεσε, καὶ τίς ἡ τοῦ δαίμονος ἐπιφάνεια περὶ τὴν ἀλλαγὴν τῶν ἱεροποιῶν ἐγένετο, ἐπειδὰν κατὰ τοῦτο γένωμαι τοῦ

λόγου τὸ μέρος, διηγήσομαι. ὁ δὲ βωμός, ἐφʼ οὗ τὰς δεκάτας ἀπέθυσεν Ἡρακλῆς, καλεῖται μὲν ὑπὸ Ῥωμαίων Μέγιστος, ἔστι δὲ τῆς Βοαρίας λεγομένης ἀγορᾶς πλησίον, ἁγιστευόμενος εἰ καί τις ἄλλος ὑπὸ τῶν ἐπιχωρίων· ὅρκοι τε γὰρ ἐπʼ αὐτῷ καὶ συνθῆκαι τοῖς βουλομένοις βεβαίως τι διαπράττεσθαι καὶ δεκατεύσεις χρημάτων γίνονται συχναὶ κατʼ εὐχάς· τῇ μέντοι κατασκευῇ πολὺ τῆς δόξης ἐστὶ καταδεέστερος· πολλαχῇ δὲ καὶ ἄλλῃ τῆς Ἰταλίας ἀνεῖται τεμένη τῷ θεῷ, καὶ βωμοὶ κατὰ πόλεις τε ἵδρυνται καὶ παρʼ ὁδούς, καὶ σπανίως ἂν εὕροι τις Ἰταλίας χῶρον, ἔνθα μὴ τυγχάνει τιμώμενος ὁ θεός. ὁ μὲν οὖν μυθικὸς λόγος ὑπὲρ αὐτοῦ τοιός2δε παραδέδοται.