Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Ἡροδότῳ δὲ εἴρηνται Ἄτυος τοῦ Μάνεω παῖδες οἱ περὶ Τυρρηνὸν, καὶ ἡ μετανάστασις τῶν Μῃόνων εἰς Ἰταλίαν οὐχ ἑκούσιος. φησὶ γὰρ ἐπὶ τῆς Ἄτυος ἀρχῆς ἀφορίαν καρπῶν ἐν τῇ γῇ Μῃόνων γενέσθαι, τοὺς δὲ ἀνθρώπους τέως μὲν ὑπὸ τῆς φιλοχωρίας κρατουμένους πολλὰ διαμηχανήσασθαι πρὸς τὴν συμφορὰν

v.1p.43
ἀλεξητήρια, τῇ μὲν ἑτέρᾳ τῶν ἡμερῶν μέτρια σιτία προσφερομένους, τῇ δʼ ἑτέρᾳ διακαρτεροῦντας· χρονίζοντος δὲ τοῦ δεινοῦ διανείμαντας ἅπαντα τὸν δῆμον διχῇ κλήρους ταῖς μοίραις ἐπιβαλεῖν· τὸν μὲν ἐπʼ ἐξόδῳ τῆς χώρας, τὸν δʼ ἐπὶ μονῇ, καὶ τῶν Ἄτυος παίδων τὸν μὲν τῇ προσνεῖμαι, τὸν δὲ τῇ.

λαχούσης δὲ τῆς ἅμα Λυδῷ μοίρας τὴν τοῦ μεῖναι τύχην, ἐκχωρῆσαι τὴν ἑτέραν ἀπολαχοῦσαν τῶν χρημάτων τὰ μέρη, ὁρμισαμένην δʼ ἐπὶ τοῖς ἑσπερίοις μέρεσι τῆς Ἰταλίας, ἔνθα ἦν Ὀμβρικοῖς ἡ οἴκησις, αὐτοῦ καταμείνασαν ἱδρύσασθαι πόλεις τὰς ἔτι καὶ κατʼ αὐτὸν ἐκεῖνον οὔσας.

τούτῳ τῷ λόγῳ πολλοὺς καὶ ἄλλους συγγραφεῖς περὶ τοῦ Τυρρηνῶν γένους χρησαμένους ἐπίσταμαι, τοὺς μὲν κατὰ ταὐτά, τοὺς δὲ μεταθέντας τὸν οἰκισμὸν καὶ τὸν χρόνον. ἔλεξαν γὰρ δή τινες Ἡρακλέους υἱὸν εἶναι τὸν Τυρρηνὸν ἐξ Ὀμφάλης τῆς Λυδῆς γενόμενον· τοῦτον δʼ ἀφικόμενον εἰς Ἰταλίαν ἐκβαλεῖν τοὺς Πελασγοὺς ἐκ τῶν πόλεων οὐχ ἁπασῶν, ἀλλʼ ὅσαι πέραν ἦσαν τοῦ Τεβέριος ἐν τῷ βορείῳ μέρει. ἕτεροι δὲ Τηλέφου παῖδα τὸν Τυρρηνὸν ἀποφαίνουσιν, ἐλθεῖν δὲ μετὰ τὴν Τροίας ἅλωσιν εἰς Ἰταλίαν.