Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

πρῶτοι μὲν δὴ οὗτοι μεταναστάντες ἐξ Ἰταλίας εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλανήθησαν. μετὰ δὲ τοὺς πρώτους ἕτεροι ταὐτὸν ἔπαθον, καὶ τοῦτο διετέλει γινόμενον ὁσέτη. οὐ γὰρ ἀνίεσαν οἱ δυναστεύοντες ἐν ταῖς πόλεσι τῆς ἀνδρουμένης ἀεὶ νεότητος

v.1p.39
ἐξαιρούμενοι τὰς ἀπαρχάς, τοῖς τε θεοῖς τὰ δίκαια ὑπουργεῖν ἀξιοῦντες καὶ στασιασμοὺς ἐκ τῶν διαλαθόντων δεδιότες. ἦν δὲ πολὺ καὶ τὸ πρὸς ἔχθραν σὺν προφάσει εὐπρεπεῖ ἀπελαυνόμενον ὑπὸ τῶν διαφόρων· ὥστε πολλαὶ αἱ ἀπαναστάσεις ἐγίνοντο καὶ ἐπὶ πλεῖστον γῆς τὸ Πελασγικὸν γένος διεφορήθη.

ἦσαν δὲ τά τε πολέμια ἐκ τοῦ μετὰ κινδύνων πεποιῆσθαι τὰς μελέτας ἐν ἔθνεσι φιλοπολέμοις ζῶντες πολλῶν ἀμείνους καὶ τῆς κατὰ τὰ ναυτικὰ ἐπιστήμης διὰ τὴν μετὰ Τυρρηνῶν οἴκησιν ἐπὶ πλεῖστον ἐληλακότες· ἥ τε ἀνάγκη ἱκανὴ οὖσα τοῖς ἀπορουμένοις βίου τόλμαν παρασχεῖν ἡγεμών τε καὶ διδάσκαλος τοῦ παντὸς κινδυνεύματος αὐτοῖς ἐγίνετο,

ὥστε οὐ χαλεπῶς ὅπη ἐπέλθοιεν ἐπεκράτουν. ἐκαλοῦντο δὲ ὑπὸ τῶν ἄλλων ἀνθρώπων τῆς τε χώρας ἐπικλήσει ἀφʼ ἧς ἐξανέστησαν καὶ τοῦ παλαιοῦ γένους μνήμῃ οἱ αὐτοὶ Τυρρηνοὶ καὶ Πελασγοί. ὧν ἐγὼ λόγον ἐποιησάμην τοῦ μή τινα θαῦμα ποιεῖσθαι, ἐπειδὰν ποιητῶν ἢ συγγραφέων ἀκούῃ τοὺς Πελασγοὺς καὶ Τυρρηνοὺς ὀνομαζόντων, πῶς ἀμφοτέρας ἔσχον τὰς ἐπωνυμίας οἱ αὐτοί.

ἔχει γὰρ περὶ αὐτῶν καὶ Θουκυδίδης μὲν ἐναργῆ ἀκτῆς τῆς Θρᾳκίας μνήμην καὶ

v.1p.40
τῶν ἐν αὐτῇ κειμένων πόλεων, ἃς οἰκοῦσιν ἄνθρωποι δίγλωττοι. περὶ δὲ τοῦ Πελασγικοῦ ἔθνους ὅδε ὁ λόγος· ʽἔνι δέ τι καὶ Χαλκιδικὸν, τὸ δὲ πλεῖστον Πελασγικὸν τῶν καὶ Λῆμνόν ποτε καὶ Ἀθήνας οἰκησάντων Τυρρηνῶνʼ.

Σοφοκλεῖ δʼ ἐν Ἰνάχῳ δράματι ἀνάπαιστον ὑπὸ τοῦ χοροῦ λεγόμενον πεποίηται ὧδε·

Ἴναχε νᾶτορ, παῖ τοῦ κρηνῶν πατρὸς Ὠκεανοῦ, μέγα πρεσβεύων Ἄργους τε γύαις Ἥρας τε πάγοις, καὶ Τυρσηνοῖσι Πελασγοῖς.