Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τῶν μὲν οὖν ἄλλων πολισμάτων ἔστιν ἃ καὶ μέχρις ἐμοῦ ὀρθὰ ἦν, διαμείψαντα πολλάκις τοὺς οἰκήτορας· ἡ δὲ Λάρισα ἐκ πολλῶν πάνυ χρόνων ἐρημωθεῖσα οὐδʼ εἰ πώποτε ᾠκήθη γνώρισμα φανερὸν οὐδὲν ἔχει τοῖς νῦν ὅτι μὴ τοὔνομα, καὶ οὐδὲ τοῦτο πολλοὶ ἴσασιν· ἦν δὲ ἀγορᾶς Ποπιλίας καλουμένης οὐ πρόσω. πολλὰ δὲ καὶ ἄλλα τῆς τε παραθαλαττίου καὶ ἐν τῇ μεσογείῳ χωρία κατέσχον ἀφελόμενοι τοὺς Σικελούς.

v.1p.34

οἱ δὲ Σικελοὶ ʽοὐ γὰρ ἔτι ἀντέχειν οἷοί τε ἦσαν ὑπό τε Πελασγῶν καὶ Ἀβοριγίνων πολεμούμενοἰ τέκνα καὶ γυναῖκας καὶ τῶν χρημάτων ὅσα χρυσὸς ἢ ἄργυρος ἦν ἀνασκευασάμενοι μεθίενται αὐτοῖς ἁπάσης τῆς γῆς. τραπόμενοι δὲ διὰ τῆς ὀρεινῆς ἐπὶ τὰ νότια καὶ διεξελθόντες ἅπασαν Ἰταλίαν τὴν κάτω, ἐπειδὴ πανταχόθεν ἀπηλαύνοντο, σὺν χρόνῳ κατασκευασάμενοι σχεδίας ἐπὶ τῷ πορθμῷ καὶ φυλάξαντες κατιόντα τὸν ῥοῦν ἀπὸ τῆς Ἰταλίας διέβησαν ἐπὶ τὴν ἔγγιστα

νῆσον. κατεῖχον δʼ αὐτὴν Σικανοὶ, γένος Ἰβηρικόν, οὐ πολλῷ πρότερον ἐνοικισάμενοι Λίγυας φεύγοντες, καὶ παρεσκεύασαν ἀφʼ ἑαυτῶν Σικανίαν κληθῆναι τὴν νῆσον, Τρινακρίαν πρότερον ὀνομαζομένην ἐπὶ τοῦ τριγώνου σχήματος. ἦσαν δὲ οὐ πολλοὶ ἐν μεγάλῃ αὐτῇ οἰκήτορες, ἀλλʼ ἡ πλείων τῆς χώρας ἔτι ἦν ἔρημος. καταχθέντες οὖν εἰς αὐτὴν Σικελοὶ τὸ μὲν πρῶτον ἐν τοῖς ἑσπερίοις μέρεσιν ᾤκησαν, ἔπειτα καὶ ἄλλῃ πολλαχῇ, καὶ τοὔνομα ἡ νῆσος ἐπὶ