Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἔπειτα Πελασγῶν τινες τῶν οἰκούντων ἐν τῇ καλουμένῃ νῦν Θετταλίᾳ τὴν ἑαυτῶν ἀναγκασθέντες
πείθομαι κατὰ τὸ συγγενὲς μάλιστα. ἦν γὰρ δὴ καὶ τὸ τῶν Πελασγῶν γένος Ἑλληνικὸν ἐκ Πελοποννήσου τὸ ἀρχαῖον, ἐχρήσατο δὲ τύχαις δυσπότμοις εἰς πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δʼ εἰς τὴν πολύπλανόν τε καὶ οὐδενὸς τόπου βέβαιον οἴκησιν, πρῶτον μὲν γὰρ περὶ τὸ καλούμενον νῦν Ἀχαϊκὸν Ἄργος ᾤκησαν αὐτόχθονες ὄντες, ὡς οἱ πολλοὶ περὶ αὐτῶν λέγουσι. τὴν δὲ ἐπωνυμίαν ἔλαβον ἐξ ἀρχῆς ταύτην ἐπὶ τοῦ
Πελασγοῦ βασιλέως. ἦν δὲ ὁ Πελασγὸς ἐκ Διὸς, ὡς λέγεται, καὶ Νιόβης τῆς Φορωνέως, ᾗ πρώτῃ γυναικὶ θνητῇ μίσγεται ὁ Ζεὺς ὡς ὁ μῦθος ἔχει. ἕκτῃ δʼ ὕστερον γενεᾷ Πελοπόννησον ἐκλιπόντες εἰς τὴν τότε μὲν Αἱμονίαν, νῦν δὲ Θετταλίαν ὀνομαζομένην μετανέστησαν· ἡγοῦντο δὲ τῆς ἀποικίας Ἀχαιὸς καὶ Φθῖος καὶ Πελασγὸς οἱ Λαρίσης καὶ Ποσειδῶνος υἱοί. ἀφικόμενοι δʼ εἰς τὴν Αἱμονίαν τούς τε κατοικοῦντας ἐν αὐτῇ βαρβάρους ἐξελαύνουσι καὶ νέμονται τὴν χώραν τριχῇ, τοῖς ἡγεμόσι ποιήσαντες ὁμωνύμους τὰς μοίρας, Φθιῶτιν καὶ Ἀχαΐαν καὶ Πελασγιῶτιν. πέντε δὲ μείναντες αὐτόθι γενεάς, ἐν αἷς ἐπὶ μήκιστον εὐτυχίας ἤλασαν τὰ κράτιστα τῶν ἐν τῇ Θετταλίᾳ πεδίων καρπούμενοι, περὶ τὴν ἕκτην γενεὰν
σκεδασθέντες δὲ κατὰ τὴν φυγὴν οἱ μὲν εἰς Κρήτην ἀπῆλθον, οἱ δὲ τῶν Κυκλάδων νήσων τινὰς κατέσχον, οἱ δὲ τὴν περὶ τὸν Ὄλυμπόν τε καὶ τὴν Ὄσσαν, καλουμένην δὲ Ἑστιαιῶτιν ᾤκισαν, ἄλλοι δὲ εἴς τε Βοιωτίαν καὶ Φωκίδα καὶ Εὔβοιαν διεκομίσθησαν· οἱ δʼ εἰς τὴν Ἀσίαν περαιωθέντες τῆς περὶ τὸν Ἑλλήσποντον παραλίου πολλὰ χωρία κατέσχον καὶ τῶν παρακειμένων αὐτῇ νήσων ἄλλας τε συχνὰς καὶ τὴν νῦν καλουμένην Λέσβον, ἀναμιχθέντες τοῖς ἐκ τῆς Ἑλλάδος στέλλουσι τὴν πρώτην ἀποικίαν εἰς αὐτὴν ἄγοντος Μάκαρος τοῦ Κριάσου.
τὸ δὲ πλεῖον αὐτῶν μέρος διὰ τῆς μεσογείου τραπόμενοι πρὸς τοὺς ἐν Δωδώνῃ κατοικοῦντας σφῶν συγγενεῖς, οἷς οὐδεὶς ἠξίου πόλεμον ἐπιφέρειν ὡς ἱεροῖς, χρόνον μέν τινα σύμμετρον αὐτόθι διέτριψαν· ἐπεὶ δὲ λυπηροὶ αὐτοῖς ὄντες ᾐσθάνοντο οὐχ ἱκανῆς οὔσης ἅπαντας τρέφειν τῆς γῆς, ἐκλείπουσι τὴν χώραν χρησμῷ πειθόμενοι κελεύοντι πλεῖν εἰς Ἰταλίαν, ἣ τότε Σατορνία ἐλέγετο.