Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τοὺς δὲ Ἀβοριγῖνας, ἀφʼ ὧν ἄρχει Ῥωμαίοις τὸ γένος, οἱ μὲν αὐτόχθονας Ἰταλίας, γένος αὐτὸ καθʼ ἑαυτὸ γενόμενον ἀποφαίνουσιν· Ἰταλίαν δὲ καλῶ τὴν ἀκτὴν σύμπασαν, ὅσην Ἰόνιός τε κόλπος καὶ Τυρρηνικὴ θάλασσα καὶ τρίται περιέχουσιν ἐκ γῆς Ἄλπεις. καὶ τὴν ὀνομασίαν αὐτοῖς τὴν πρώτην φασὶ τεθῆναι
ἕτεροι δὲ λέγουσιν ἀνεστίους τινὰς καὶ πλάνητας ἐκ πολλῶν συνελθόντας χωρίων κατὰ δαίμονα περιτυχεῖν ἀλλήλοις αὐτόθι καὶ τὴν οἴκησιν ἐπὶ τοῖς ἐρύμασι καταστήσασθαι, ζῆν δὲ ἀπὸ λῃστείας καὶ νομῆς. παραλλάττουσι δὲ καὶ τὴν ὀνομασίαν αὐτῶν ἐπὶ τὸ ταῖς τύχαις οἰκειότερον, Ἀβερριγῖνας λέγοντες, ὥστε δηλοῦσθαι αὐτοὺς πλάνητας. κινδυνεύει δὴ κατὰ τούτους μηδὲν διαφέρειν τὸ τῶν Ἀβοριγίνων φῦλον ὧν ἐκάλουν οἱ παλαιοὶ Λελέγων· τοῖς γὰρ ἀνεστίοις καὶ μιγάσι καὶ μηδεμίαν γῆν βεβαίως ὡς πατρίδα κατοικοῦσι ταύτην ἐπετίθεντο τὴν ὀνομασίαν ὡς τὰ
πολλά. ἄλλοι δὲ Λιγύων ἀποίκους μυθολογοῦσιν αὐτοὺς γενέσθαι τῶν ὁμορούντων Ὀμβρικοῖς· οἱ γὰρ Λίγυες οἰκοῦσι μὲν καὶ τῆς Ἰταλίας πολλαχῇ, νέμονται δέ τινα καὶ τῆς Κελτικῆς. ὁποτέρα δʼ αὐτοῖς ἐστι γῆ πατρίς, ἄδηλον· οὐ γὰρ ἔτι λέγεται περὶ αὐτῶν προσωτέρω σαφὲς οὐδέν.
οἱ δὲ λογιώτατοι τῶν Ῥωμαϊκῶν συγγραφέων, ἐν οἷς ἐστι Πόρκιός τε Κάτων ὁ τὰς γενεαλογίας τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπιμελέστατα συναγαγὼν καὶ Γάϊος Σεμπρώνιος καὶ ἄλλοι συχνοί, Ἕλληνας αὐτοὺς εἶναι λέγουσι τῶν ἐν Ἀχαΐᾳ ποτὲ οἰκησάντων, πολλαῖς γενεαῖς πρότερον τοῦ πολέμου τοῦ Τρωικοῦ μεταναστάντας. οὐκέτι μέντοι διορίζουσιν