Stadiasmus Magni Maris

Stadiasmus Magni Maris

Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

105. Ἀπὸ δὲ τῆς Γέργεως εἰς Κιδιφθὰν στάδιοι ρπ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει.

106. [Ἀκὸ Κιδιφθῆς εἰς Τακάπην στάδιοι σʼ].

107. Ἀπὸ Τακάπης εἰς Νεάπολιν στάδιοι ρ΄· πόλις ἐστὶ καὶ λιμένα έχει.

468

108. [Ἀπὸ Νεαπόλεως εἰς Θέναν στάδιοι σκ΄].

109. [Ἀπὸ Θένης εἰς Ἄχολλαν στάδιοι φ΄].

110. Ἀπὸ Ἀχόλλης εἰς Ἀλιπόταν στάδιοι ρκ΄.

111. [Ἀπὸ Ἀλιπότης εἰς Θάψον στάδιοι ρκ΄].

112. Αὗται αἱ πόλεις λιμένας ἔχουσι, διὰ [δὲ] τὸ ἐπικεῖσθαι αὐταῖς βράχη εἰς ταύτας πλέουσι σύμμετρα πλοῖα. Τῇ δὲ Ἀχόλλῃ καὶ τῇ Ἀλιπότῃ καὶ τῇ Κιδιφθῇ ἐπίκειται Κέρκινα ἡ νῆσος, ἀπέχουσα σταδίους ρκ΄. Ἀπὸ δὲ τῆς Λωτοφάγων, ἥπερ ἐστὶ Μῆνιγξ, ἐπὶ τὴν Κέρκιναν νῆσον διὰ πόρου στάδιοι ψν΄. Ἀπὸ Θένης

469
εἰς Κέρκιναν ---· κατὰ [τὴν] πόλιν βράχη ἐστὶ φερόμενα πρὸς τὴν πόλιν. Ἀπὸ Κερκίνης εἰς Θάψον στάδιοι ψ΄· ἔχει δὲ νῆσον καλὴν, πελαγίαν, κειμένην κατὰ Θάψον πρὸς βορρᾶν, ἀπέχουσαν σταδίους π΄· ἔχει δὲ λιμένα καὶ ὕδωρ. Αὗται αἱ νῆσοι περιέχουαι τὸ Ἰκάριον πέλαγος.

113. Ἀπὸ Θάψου εἰς Λέπτιν τὴν μικρὰν στάδιοι ρο΄· πόλις μικρά ἐστι· καταφανῆ ἔχει βράχη· καὶ ἡ καταγωγή ἐστιν ἐπὶ τῇ πόλει δύσκολος πένυ.

114. Ἀπὸ Λέπτεως εἰς Θερμὰς στάδιοι ξ΄· κώμη ἐστί· τὸν δʼ αὐτὸν τρόπον καὶ ὧδε βράχη ἐστὶ δυσκατάγωγα.

115. Ἀπὸ Θερμῶν πλεύσας σταδίους μ΄ ὄψει ἀκρωτήριον

470
ἐπʼ αὐτῶ ἔχον δύο νησία ἐσκολοπισμένα· ὕφορμός ἐστιν.

116. Ἀπὸ τοῦ ἀκρωτηρίου ὄψει Ἀδραμύτην τὴν πόλιν ἀπὸ σταδίων μ΄· ἀλίμενος.

117. Ἀπὸ Ἀδραμύτου ἐπὶ τὴν Ἀσπίδα στέδιοι φ΄· ἀκρωτήριόν ἐστιν ὑψηλὸν καὶ περιφανές, οἷον ἀσπίς. Ἐπʼ αὐτὴν πλέε τὴν ἄρκτον [ὡς] παραφαίνειν ἐξ εὐωνύμων· εἰσὶ γὰρ εἰς τὸ πέλαγος ἐκεῖνο βράχη πολλὰ καὶ τραχέα· εἶτα ἐκφανήσεταί σοι ἡ Ἀσπὶς καὶ ἐπʼ αὐτῇ Νεάπολις. Ἀπὸ τοῦ κόλπου Νεαπόλεως ἐπὶ τὴν Ἀσπίδα στάδιοι σʼ· ὑψηλός ἐστιν ὁ τόπος, καὶ ἐπʼ αὐτῷ ἡ πόλις ἔχει λιμένα πρὸς ζέφυρον ἀπὸ σταδίων ι΄ ἀνώτερον τῆς πόλεως.

118. Ἀπὸ Ἀσπίδος [ἐπὶ τὴν Ἑρμαίαν ἄκραν στάδιοι σ΄].

471

119. [Ἀπὸ τῆς Ἑρμαίας ἄκρας ἐπὶ Μισούαν λιμένα στάδιοι ρκ΄].